Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

3.22 Μίλωνι δὲ θράσος τοσόνδε περιῆν, ὡς οὐ δεδιέναι περὶ τῷ φόνῳ μᾶλλον ἢ ἀγανακτεῖν ἐπὶ τῇ Κλωδίου περὶ τὴν ταφὴν τιμῇ. θεραπόντων οὖν καὶ ἀνδρῶν ἀγροίκων πλῆθος ἀθροίσας καὶ ἐς τὸν δῆμον περιπέμψας χρήματα τῶν τε δημάρχων Μᾶρκον Καίλιον πριάμενος ἐς τὴν πόλιν κατῄει θρασύτατα. καὶ αὐτὸν ὁ Καίλιος εὐθὺς ἐσιόντα εἷλκεν ἐς τὴν ἀγορὰν ἐπὶ τοὺς παρʼ αὐτοῦ δεδωροδοκηκότας ὥσπερ ἐπʼ ἐκκλησίαν, ὑποκρινόμενος μὲν ἀγανακτεῖν καὶ οὐ διδόναι τῆς δίκης ἀναβολήν, ἐλπίζων δέ, εἰ αὐτὸν οἱ παρόντες μεθεῖεν, ἐκλύσειν τὴν δίκην τὴν ἀληθεστέραν. καὶ Μίλων μὲν οὐ βουλεῦσαι τὸ ἔργον εἰπών ʽοὐ γὰρ ἂν μετὰ σκευῆς καὶ γυναικὸς ἐπὶ ταῦτα ὁρμῆσαἰ, τὸν λοιπὸν λόγον κατὰ τοῦ Κλωδίου διετίθετο ὡς θρασυτάτου δὴ καὶ φίλου θρασυτάτων, οἳ καὶ τὸ βουλευτήριον ἐπικατέπρησαν αὐτῷ ἔτι δʼ αὐτοῦ λέγοντος οἵ τε λοιποὶ δήμαρχοι καὶ τοῦ δήμου τὸ ἀδιάφθορον ὁπλισάμενοι ἐνέβαλον ἐς τὴν ἀγοράν. Καίλιος μὲν δὴ καὶ Μίλων δούλων ἐσθῆτας ὑποδύντες ἀπέδρασαν, πολὺς δὲ τῶν ἄλλων ἐγίγνετο φόνος, οὐ τοὺς Μίλωνος ἔτι φίλους ἐρευνώντων, ἀλλὰ τὸν ἐντυγχάνοντα ἀναιρούντων, ἀστὸν ὁμοῦ καὶ ξένον καὶ μάλιστα ὅσοι ταῖς ἐσθῆσιν ἢ σφραγῖσιν ἀπὸ χρυσοῦ διέφερον. ὡς γὰρ ἐν ἀσυντάκτῳ πολιτείᾳ σὺν ὀργῇ καὶ προφάσει τοῦδε τοῦ θορύβου προσπεσόντος θεράποντές τε ὄντες οἵ πλείους καὶ ὡπλισμένοι κατὰ ἀνόπλων ἐς ἁρπαγὰς ἐτράποντο· ἔργον τε οὐδὲν αὐτοῖς ἀπῆν, ἀλλὰ καὶ ἐπʼ οἰκίας ἐφέροντο καὶ περιιόντες ἠρεύνων ἔργῳ μὲν τὰ εὔληπτα σφίσιν ἅπαντα, λόγῳ δὲ τοὺς φίλους τοῦ Μίλωνος· πρόφασίς τε ἦν αὐτοῖς ἐπὶ πολλὰς ἡμέρας καὶ πυρὸς καὶ λίθων καὶ παντὸς ἔργου Μίλων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi