Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

4.29 Πομπήιος δʼ αὐτῷ χαλεψάμενός τε καὶ ἀπειλήσας εὐθὺς ἐς τὰ προάστεια ἀγανακτῶν ὑπεξῄει. καὶ ἡ βουλὴ ὑπόπτως μὲν εἶχεν ἤδη πρὸς ἀμφοτέρους, δημοτικώτερον δʼ ὅμως ἡγοῦντο Πομπήιον καὶ τῷ Καίσαρι ἐδυσχέραινον τῆς παρὰ τὴν ὑπατείαν ὑπεροψίας σφῶν· οἱ δὲ καὶ τῷ ὄντι οὐκ ἀσφαλὲς ἡγοῦντο διαλύειν τὴν ὑπὸ τῷ Πομπηίῳ δύναμιν, μέχρι πρότερον ἐκεῖνον ἀποθέσθαι, ἔξω τε τῆς πόλεως ὄντα καὶ μεγαλοπραγμονέστερον. τὸ δʼ αὐτὸ καὶ ὁ Κουρίων ἀνέστρεφεν, ὡς δέον ὑπάρχειν αὐτοῖς ἐπὶ τὸν Πομπήιον Καίσαρα, ἢ ὁμοῦ πάντας καταλύειν. οὐ πείθων δὲ διέλυε τὴν βουλὴν ἐπὶ ἀτελέσι πᾶσι· δύναται δὲ τοῦθʼ ὁ δήμαρχος· ὅτε δὴ καὶ μάλιστα τῷ Πομπηίῳ μετεμέλησε τὴν δημαρχίαν, ἐς ἀσθενέστατον ὑπὸ Σύλλα καθῃρημένην, ἀναγαγόντι αὖθις ἐπὶ τὸ ἀρχαῖον. διαλυόμενοι δὲ ὅμως τοσόνδε μόνον ἐψηφίσαντο, Καίσαρα καὶ Πομπήιον τέλος ἓν στρατιωτῶν ἐς Συρίαν ἑκάτερον πέμψαι φυλακῆς οὕνεκα διὰ τὴν Κράσσου συμφοράν. καὶ τεχνάζων ὁ Πομπήιος ἀπῄτει τὸ τέλος, ὃ ἔναγχος ἐπὶ συμφορᾷ στρατηγῶν δύο Καίσαρος, Τιτυρίου τε καὶ Κόττα, Καίσαρι κεχρήκει. ὁ δʼ αὐτό, τιμήσας ἕκαστον ἄνδρα δραχμαῖς πεντήκοντα καὶ διακοσίαις, ἀπέπεμπεν ἐς Ῥώμην καὶ συνέπεμπεν ἄλλο παρʼ ἑαυτοῦ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi