Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

4.30 οὐδενὸς δὲ δεινοῦ περὶ Συρίαν φανέντος τάδε μὲν ἐχείμαζεν ἐν Καπύῃ· οἱ δʼ ἐπʼ αὐτὰ πεμφθέντες ὑπὸ τοῦ Πομπηίου πρὸς Καίσαρα ἄλλα τε πολλὰ δυσχερῆ κατὰ τοῦ Καίσαρος διεθρόουν καὶ ἰσχυρίζοντο τῷ Πομπηίῳ τὴν στρατιὰν Καίσαρος, τετρυμένην τε πόνῳ καὶ χρόνῳ καὶ τὰ οἴκοι ποθοῦσαν, μεταθήσεσθαι πρὸς αὐτόν, ὅτε τὰ Ἄλπεια διέλθοιεν. καὶ οἱ μὲν οὕτως ἔλεγον, εἴθʼ ὑπὸ ἀγνοίας εἴτε διεφθαρμένοι, Καίσαρι δʼ ἔρρωτο πᾶς ἀνὴρ εἰς προθυμίαν καὶ πόνους ὑπό τε ἔθους τῶν στρατειῶν καὶ ὑπὸ κερδῶν, ὅσα πόλεμος τοῖς νικῶσιν ἐργάζεται καὶ ὅσα παρὰ Καίσαρος ἄλλα ἐλάμβανον· ἐδίδου γὰρ ἀφειδῶς, θεραπεύων εἰς ἃ ἐβούλευεν· οἱ δὲ καὶ αὐτοὶ συνιέντες αὐτῶν ὅμως ὑπέμενον. ὁ δὲ Πομπήιος τοῖς ἠγγελμένοις πίσυνος οὔτε στρατιὰν οὔτε παρασκευὴν ὡς ἐς τοσοῦτον ἔργον ἤγειρεν. ἡ βουλὴ δὲ γνώμην ἕκαστον ᾔτει· καὶ ὁ Κλαύδιος πανούργως διῄρει καὶ ἐπυνθάνετο αὐτῶν παρὰ μέρος, εἰ δοκεῖ Καίσαρι πέμπειν διαδόχους καὶ εἰ Πομπήιον τὴν ἀρχὴν ἀφαιρεῖσθαι. οἱ δὲ τοῦτο μὲν ἀνένευον οἱ πλείους, Καίσαρι δʼ ἐπεψήφιζον τοὺς διαδόχους. ἐπανερομένου δὲ τοῦ Κουρίωνος, εἰ ἀμφοτέρους δοκεῖ τὰ ἐν χερσὶν ἀποθέσθαι, δύο μὲν καὶ εἴκοσιν ἀνδράσιν ἀπήρεσκε, τριακόσιοι δὲ καὶ ἑβδομήκοντα ἐς τὸ συμφέρον ἀπὸ τῆς ἔριδος ἐπὶ τὴν τοῦ Κουρίωνος γνώμην ἀπέκλινον, ὅτε δὴ καὶ ὁ Κλαύδιος τὴν βουλὴν διέλυσε βοῶν· νικᾶτε δεσπότην ἔχειν Καίσαρα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi