Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

6.38 ὁ δὲ Καῖσαρ ἐν Κορφινίῳ Λεύκιον Δομίτιον τὸν ἐπιπεμφθέντα οἱ τῆς ἀρχῆς εἶναι διάδοχον καταλαβών, οὐ πάντας ἀμφʼ αὑτὸν ἔχοντα τοὺς τετρακισχιλίους, ἐπολιόρκει· καὶ οἱ τὸ Κορφίνιον οἰκοῦντες φεύγοντα τὸν Δομίτιον ἀμφὶ τὰς πύλας καταλαβόντες τῷ Καίσαρι προσήγαγον. ὁ δὲ τὴν μὲν στρατιὰν αὐτοῦ προστιθεμένην οἱ προθύμως ἐδέχετο ἐς ἐρέθισμα τῶν ἄλλων, Δομίτιον δʼ αὐτὸν ἀπαθῆ μετὰ τῶν ἑαυτοῦ χρημάτων μεθῆκεν ὅποι βούλοιτο ἀπιέναι, ἐλπίσας μὲν ἴσως διὰ τὴν εὐποιίαν παραμενεῖν, οὐ κωλύσας δʼ ἐς Πομπήιον ἰόντα. γιγνομένων δὲ τούτων οὕτως ὀξέως, ὁ Πομπήιος ἐς Νουκερίαν ἐκ Καπύης καὶ ἐκ Νουκερίας ἐς Βρεντέσιον ἠπείγετο, ὡς τὸν Ἰόνιον διαβαλῶν ἐς Ἤπειρον καὶ τοῦ πολέμου τὴν παρασκευὴν συστήσων ἐν αὐτῇ. ἔθνεσί τε πᾶσι καὶ βασιλεῦσι καὶ πόλεσι καὶ στρατηγοῖς καὶ δυνάσταις ἔγραφε κατὰ σπουδήν, ὅ τι δύναιτο ἕκαστος, ἐς τὸν πόλεμον συμφέρειν. καὶ τάδε μὲν ἀθρόως ἐγίνετο, ὁ δʼ ἴδιος αὐτοῦ Πομπηίου στρατὸς ἦν ἐν Ἰβηρίᾳ καὶ παρασκευῆς εἶχεν ὡς ὁρμήσων, ὅπῃ ποτʼ ἂν αἱ χρεῖαι καλῶσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi