Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

8.55 καὶ ὁ Καῖσαρ ἁλίσας τον ἑαυτοῦ στρατὸν ἀνέμνησεν, ὅτι διὰ τὴν ταχυεργίαν τοῦ τε χειμῶνος σὺν τῇ τύχῃ περιγένοιντο καὶ θαλάσσης τοσῆσδε χωρὶς νεῶν κρατήσειαν Ὤρικόν τε καὶ Ἀπολλωνίαν ἀμαχεὶ λάβοιεν καὶ τὰ τῶν πολεμίων ἔχοιεν, καθάπερ εἶπεν, ἀγνοοῦντος ἔτι Πομπηίου. εἰ δὲ καὶ Δυρράχιον, ἔφη, τὸ ταμιεῖον τῆς Πομπηίου παρασκευῆς προλάβοιμεν, ἔσται πάντα ἡμῖν, ἃ ἐκείνοις διʼ ὅλου θέρους πεπονημένοις. τοσαῦτα εἰπὼν ἦγε συντόμως ἐπὶ τὸ Δυρράχιον αὐτοὺς ὁδὸν μακράν, οὔτε ἡμέρας οὔτε νυκτὸς ἀναπαύων. Πομπήιος δὲ προμαθὼν ἀντιπαρώδευεν ἐκ Μακεδονίας, σὺν ἐπείξει καὶ ὅδε πολλῇ, κόπτων τε τὴν ὕλην, ἣν παρώδευεν, ἵνα Καίσαρι δύσβατος εἴη, καὶ ποταμῶν γεφύρας διαιρῶν καὶ ἀγορὰν τὴν ἐν μέσῳ πᾶσαν ἐμπιπράς, ἐν μεγίστῳ, καθάπερ ἦν, καὶ ὅδε τιθέμενος τὴν ἑαυτοῦ παρασκευὴν διαφυλάξαι. κονιορτὸν δʼ ἢ πῦρ ἢ καπνὸν εἴ ποτε μακρόθεν ἴδοιεν αὐτῶν ἑκάτεροι, νομίζοντες εἶναι τὰ ἀλλήλων ἐφιλονίκουν ὡς ἐν ἀγῶνι δρόμου. καὶ οὔτε τροφῇ καιρὸν ἐδίδοσαν οὔτε ὕπνῳ· ἔπειξις δʼ ἦν καὶ σπουδὴ καὶ βοαὶ τῶν ἀγόντων αὐτοὺς ὑπὸ λαμπτῆρσι, καὶ θόρυβος ἐκ τοῦδε πολὺς καὶ φόβος, ὡς τῶν πολεμίων αἰεὶ πλησιαζόντων. ὑπὸ δὲ καμάτου τινὲς ἀπερρίπτουν, ἃ ἔφερον, ἢ ἐν φάραγξι διαλαθόντες ὑπελείποντο, τὴν αὐτίκα ἀνάπαυσιν τοῦ παρὰ τῶν ἐχθρῶν φόβου διαλλασσόμενοι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi