Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

12.85 ὁ δὲ Πομπήιος ὑπώπτευε μὲν ἅπαντα, καὶ τὴν παράταξιν τοῦ στρατοῦ καὶ τὴν τοῦ σκάφους εὐτέλειαν καὶ τὸ μὴ τὸν βασιλέα αὐτόν οἱ παραγενέσθαι μηδὲ τῶν ἐπιφανῶν τινας πέμψαι· τοσοῦτο δʼ ἐκ τῶν Σοφοκλέους ἰαμβείων πρὸς ἑαυτὸν ἀνενεγκών· ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται, κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ, ἐνέβαινεν ἐς τὸ σκάφος. καὶ ἐν τῷ διάπλῳ σιωπώντων ἁπάντων ἔτι μᾶλλον ὑπώπτευε· καὶ τὸν Σεμπρώνιον εἴτε ἐπιγινώσκων Ῥωμαῖον ὄντα καὶ ἐστρατευμένον ἑαυτῷ, εἴτε τοπάζων ἐκ τοῦ μόνον ἑστάναι, κατὰ δὴ τὴν στρατιωτικὴν ἄρα διδασκαλίαν οὐ συνεδρεύοντα αὐτοκράτορι, ἐπιστραφεὶς ἐς αὐτὸν εἶπεν· ἆρά σε γινώσκω, συστρατιῶτα; καὶ ὃς αὐτίκα μὲν ἐπένευσεν, ἀποστραφέντα δʼ εὐθὺς ἐπάταξε πρῶτος, εἶθʼ ἕτεροι. καὶ τὸ μὲν γύναιον τοῦ Πομπηίου καὶ οἱ φίλοι ταῦτα μακρόθεν ὁρῶντες ἀνῴμωζόν τε καὶ χεῖρας ἐς θεοὺς ἐκδίκους σπονδῶν ἀνίσχοντες ἀπέπλεον τάχιστα ὡς ἐκ πολεμίας.
12.86 Πομπηίου δὲ τὴν μὲν κεφαλὴν ἀποτεμόντες οἱ περὶ Ποθεινὸν ἐφύλασσον Καίσαρι ὡς ἐπὶ μεγίσταις ἀμοιβαῖς (ὁ δὲ αὐτοὺς ἠμύνατο ἀξίως τῆς ἀθεμιστίας), τὸ δὲ λοιπὸν σῶμά τις ἔθαψεν ἐπὶ τῆς ἠϊόνος καὶ τάφον ἤγειρεν εὐτελῆ· καὶ ἐπίγραμμα ἄλλος ἐπέγραψε· τῷ ναοῖς βρίθοντι πόση απάνις ἔπλετο τύμβου.
12.86 χρόνῳ δὲ τὸν τάφον τόνδε ἐπικρυφθέντα ὅλον ὑπὸ ψάμμου καὶ εἰκόνας, ὅσας ἀπὸ χαλκοῦ τῷ Πομπηίῳ περὶ τὸ Κάσσιον ὕστερον οἱ προσήκοντες ἀνέθηκαν, λελωβημένα πάντα καὶ ἐς τὸ ἄδυτόν του ἱεροῦ κατενεχθέντα ἐζήτησε καὶ εὗρεν ἐπʼ ἐμοῦ Ῥωμαίων βασιλεὺς Ἁδριανὸς ἐπιδημῶν, καὶ τὸν τάφον ἀνεκάθηρε γνώριμον αὖθις εἶναι καὶ τὰς εἰκόνας αὐτοῦ Πομπηίου διωρθώσατο.
12.86 τόδε μὲν δὴ τοῦ βίου τέλος ἦν Πομπηίῳ τῷ μεγίστους πολέμους ἀνύσαντι καὶ μέγιστα τὴν Ῥωμαίων ἀρχὴν ὠφελήσαντι καὶ Μεγάλῳ διὰ ταῦτα ὀνομασθέντι καὶ οὐχ ἡττηθέντι ποτὲ πρότερον, ἀλλὰ ἀηττήτῳ καὶ εὐτυχεστάτῳ ἐξέτι νέου γενομένῳ· ἀπὸ γὰρ τριῶν καὶ εἴκοσιν ἐτῶν οὐ διέλιπεν ἐς ὀκτὼ καὶ πεντήκοντα τῇ μὲν ἰσχύι μοναρχικῶς δυναστεύων, τῇ δε δόξῃ διὰ τὸν Καίσαρος ζῆλον δημοτικῶς νομιζόμενος ἄρχειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi