Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

2.12 καὶ ἐπʼ αὐτοῖς τόν τε δῆμον ὥρκωσεν ἐς ἀεὶ κυρίους νομιεῖν καὶ τὴν βουλὴν ἐκέλευεν ὀμνύναι. ἐνισταμένων δὲ πολλῶν καὶ Κάτωνος, εἰσηγεῖτο μὲν ὁ Καῖσαρ θάνατον τῷ μὴ ὀμόσαντι, καὶ ὁ δῆμος ἐπεκύρου· ὤμνυον δʼ αὐτίκα δείσαντες οἵ τε ἄλλοι καὶ οἱ δήμαρχοι· οὐ γὰρ ἔτι χρήσιμον ἀντιλέγειν ἦν κυρουμένου διὰ τοὺς ἄλλους τοῦ νόμου. Οὐέττιος δʼ ἀνὴρ δημότης, ἐς τὸ μέσον ἐσδραμὼν μετὰ ξιφιδίου γυμνοῦ, ἐπιπεμφθῆναι ἔφη πρός τε Βύβλου καὶ Κικέρωνος καὶ Κάτωνος ἐς ἀναίρεσιν Καίσαρός τε καὶ Πομπηίου καὶ τὸ ξιφίδιον αὑτῷ Βύβλου ῥαβδοῦχον ἐπιδοῦναι Ποστούμιον. ὑπόπτου δʼ ὄντος ἐφʼ ἑκάτερα τοῦ πράγματος ὁ μὲν Καῖσαρ ἐξετράχυνε τὸ πλῆθος, τὴν δʼ ἐπιοῦσαν ἐξετάσειν τὸν Οὐέττιον ἀνεβάλλοντο. καὶ ὁ Οὐέττιος φυλασσόμενος ἐν τῷ δεσμωτηρίῳ νυκτὸς ἀνῃρέθη. εἰκαζομένου δʼ ἐς ποικίλα τοῦ συμβεβηκότος ὁ Καῖσαρ οὐκ ἀνίει καὶ τοῦτο δρᾶσαι λέγων τοὺς δεδιότας, ἕως ὁ δῆμος αὐτῷ συνεχώρησεν ἀμύνειν τοῖς ἐπιβεβουλευμένοις. καὶ Βύβλος μὲν ἐκ χειρῶν ἅπαντα μεθεὶς οἷά τις ἰδιώτης οὐ προῄει τῆς οἰκίας ἐπὶ τὸ λοιπὸν τῆς ἀρχῆς ἅπαν, ὁ δὲ Καῖσαρ οὐδʼ αὐτὸς ἔτι ἐζήτει περὶ τοῦ Οὐεττίου, μόνος ἔχων τὸ κράτος ἐπὶ τῇ πολιτείᾳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi