Kitap 2
16.113
ἀκμάζοντος δʼ ἔτι τοῦ περὶ βασιλείας λόγου καὶ συνόδου μελλούσης ἔσεσθαι τῆς βουλῆς μετʼ ὀλίγον, ὁ Κάσσιος ἐμβαλὼν τὴν χεῖρα τῷ Βρούτῳ τί ποιήσομεν, ἔφη, παρὰ τὸ βουλευτήριον, ἂν οἱ κόλακες τοῦ Καίσαρος γνώμην περὶ βασιλείας προθῶσι; καὶ ὁ Βροῦτος οὐκ ἔφη παρέσεσθαι τῷ βουλευτηρίῳ. ἐπανερομένου δὲ τοῦ Κασσίου· τί δʼ, ἂν ἡμᾶς καλῶσιν ὡς στρατηγούς, τί ποιήσομεν, ὦ ἀγαθὲ Βροῦτε; ἀμυνῶ τῇ πατρίδι, ἔφη, μέχρι θανάτου. καὶ ὁ Κάσσιος αὐτὸν ἀσπασάμενος τίνα δʼ, ἔφη, οὐ προσλήψῃ τῶν ἀρίστων οὕτω φρονῶν; ἤ σοι δοκοῦσιν οἱ χειροτέχναι καὶ κάπηλοι καταγράφειν σου τὸ δικαστήριον ἀσήμως μᾶλλον ἢ οἱ Ῥωμαίων ἄριστοι, παρὰ μὲν τῶν ἄλλων στρατηγῶν θέας αἰτοῦντες ἵππων ἢ θηρίων, παρὰ δὲ σοῦ τὴν ἐλευθερίαν ὡς σὸν προγονικὸν ἔργον; οἱ μὲν δὴ τάδε ἄρα ἐκ πολλοῦ διανοούμενοι τότε πρῶτον ἐς τὸ φανερὸν ἀλλήλοις προύφερον καὶ τῶν ἰδίων ἑκάτερος φίλων ἀπεπειρῶντο καὶ τῶν αὐτοῦ Καίσαρος, οὓς εὐτολμοτάτους ἑκατέρων ᾔδεσαν. καὶ συνήγειραν ἐκ μὲν τῶν σφετέρων ἀδελφὼ δύο, Καικίλιόν τε καὶ Βουκολιανόν, καὶ ἐπὶ τούτοις Ῥούβριον Ῥῆγα καὶ Κόιντον Λιγάριον καὶ Μᾶρκον Σπόριον καὶ Σερουίλιον Γάλβαν καὶ Σέξστιον Νάσωνα καὶ Πόντιον Ἀκύλαν, τούσδε μὲν ἐκ τῶν οἰκείων σφίσιν, ἐκ δὲ τῶν αὐτοῦ φίλων Καίσαρος Δέκμον τε, περὶ οὗ μοι προείρηται, καὶ Γάιον Κάσκαν καὶ Τρεβώνιον καὶ Τίλλιον καὶ Κιμβρον καὶ Μινούκιον καὶ Βάσιλον.