Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 3

2.15 ἐγὼ δέ, πάτερ Ἀντώνιε (πατέρα γὰρ εἶναι σέ μοι δικαιοῦσιν αἵ τε Καίσαρος ἐς σὲ εὐεργεσίαι καὶ ἡ σὴ πρὸς ἐκεῖνον χάρις), τῶν σοι πεπραγμένων ἐπʼ ἐκείνῳ τὰ μὲν ἐπαινῶ καὶ χάριν αὐτῶν ὀφλήσω, τὰ δʼ ἐπιμέμφομαι, καὶ λελέξεται μετὰ παρρησίας, ἐς ἣν ἡ λύπη με προάγει. κτεινομένῳ μὲν οὐ παρῆς, τῶν φονέων σε περισπασάντων περὶ θύρας, ἐπεὶ περιέσῳζες ἂν αὐτὸν ἢ συνεκινδύνευες ὅμοια παθεῖν· ὧν εἰ θάτερον ἔμελλεν ἔσεσθαι, καλῶς, ὅτι μὴ παρῆς. ψηφιζομένων δέ τινων αὐτοῖς ὡς ἐπὶ τυράννῳ γέρα ἀντεῖπας ἐγκρατῶς· καὶ τοῦδέ σοι χάριν οἶδα λαμπράν, εἰ καὶ τοὺς ἄνδρας ἔγνως συνανελεῖν σε βεβουλευμένους, οὐχ, ὡς ἡμεῖς ἡγούμεθα, τιμωρὸν ἐσόμενον Καίσαρι, ἀλλʼ, ὡς αὐτοὶ λέγουσι, τῆς τυραννίδος διάδοχον. ἅμα δʼ οὐκ ἦσαν ἐκεῖνοι τυραννοκτόνοι, εἰ μὴ καὶ φονεῖς ἦσαν· διὸ καὶ ἐς τὸ Καπιτώλιον συνέφυγον ὡς ἐς ἱερὸν ἁμαρτόντες ἱκέται ἢ ὡς ἐς ἀκρόπολιν ἐχθροί. πόθεν οὖν αὐτοῖς ἀμνηστία καὶ τὸ ἀνεύθυνον τοῦ φόνου, ἢ τῆς βουλῆς καὶ τοῦ δήμου ει τινες ἐφθάρατο ὑπʼ ἐκείνων; καὶ σὲ τὸ τῶν πλεόνων ὁρᾶν ἐχρῆν, ὕπατον ὄντα. ἀλλὰ καὶ θάτερα βουλομένῳ σοι ἡ ἀρχὴ συνελάμβανε, τιμωρουμένῳ τηλικοῦτον ἄγος καὶ τοὺς πλανωμένους μεταδιδάσκοντι. σὺ δὲ καὶ ὅμηρα τῆς ἀδείας, οἰκεῖα αὐτοῦ σοῦ, τοῖς ἀνδροφόνοις ἔπεμψας ἐς τὸ Καπιτώλιον.
2.15 ἀλλʼ ἔστω καὶ ταῦτα τοὺς διεφθαρμένους σε βιάσασθαι. ὅτε μέντοι τῶν διαθηκῶν ἀναγνωσθεισῶν καὶ αὐτοῦ σοῦ δίκαιον ἐπιτάφιον εἰπόντος ὁ δῆμος ἐν ἀκριβεῖ Καίσαρος μνήμῃ γενόμενοι πῦρ ἐπʼ αὐτοὺς ἔφερον, καὶ φεισάμενοι χάριν τῶν γειτόνων ἐς τὴν ἐπιοῦσαν ἥξειν ἐπὶ ὅπλα συνέθεντο, πῶς οὐχὶ τῷ δήμῳ συνέπραξας καὶ ἐστρατήγησας τοῦ πυρὸς ἢ τῶν ὅπλων ἢ δίκην γε τοῖς ἀνδροφόνοις ἐπέγραψας, εἰ δίκης ἔδει κατὰ αὐτοφώρων, καὶ φίλος ὢν Καίσαρι καὶ ὕπατος καὶ Ἀντώνιος;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi