Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 3

2.18 εἰ μὲν ὁ Καῖσάρ σοι μετὰ κλήρου καὶ τῆς ἐπωνυμίας, ὦ παῖ, καὶ τὴν ἡγεμονίαν κατέλιπεν, εἰκὸς σὲ τῶν κοινῶν τοὺς λογισμοὺς αἰτεῖν κἀμὲ ὑπέχειν. εἰ δὲ οὐδενί πω Ῥωμαῖοι τὴν ἡγεμονίαν ἔδοσαν ἐκ διαδοχῆς, οὐδὲ τῶν βασιλέων, οὓς ἐκβαλόντες ἐπώμοσαν μηδʼ ἄλλων ἔτι ἀνέξεσθαι, ʽὃ καὶ τῷ πατρί σου μάλιστα οἱ φονεῖς ἐπιλέγοντες φασὶν ἀνελεῖν αὐτὸν βασιλιζόμενον, οὐχ ἡγούμενον ἔτἰ, ἐμοὶ μὲν οὐδʼ ἀποκρίσεως δεῖ πρὸς σὲ περὶ τῶν κοινῶν, τῷ δʼ αὐτῷ λόγῳ καὶ σὲ κουφίζω, μὴ χάριν ὀφείλειν ἡμῖν ἐπʼ αὐτοῖς. ἐπράσσετο γὰρ οὐ σοῦ χάριν, ἀλλὰ τοῦ δήμου, πλὴν ἑνὸς τοῦ μεγίστου δὴ μάλιστα πάντων ἔς τε Καίσαρα καὶ σὲ ἔργου. εἰ γὰρ τοῦ κατʼ ἐμαυτὸν ἕνεκα ἀδεοῦς καὶ ἀνεπιφθόνου περιεῖδον ἐγὼ τιμὰς ψηφιζομένας τοῖς φονεῦσιν ὡς τυραννοκτόνοις, τύραννος ὁ Καῖσαρ ἐγίγνετο, ᾧ μήτε δόξης μήτε τιμῆς τινος ἢ τῶν ἐγνωσμένων βεβαιώσεως ἔτι μετῆν. οὐ διαθήκας εἶχεν ἄν, οὐ παῖδα, οὐκ οὐσίαν, οὐκ αὐτὸ τὸ σῶμα ταφῆς ἀξιούμενον, οὐδὲ ἰδιώτου· ἄταφα γὰρ οἱ νόμοι τὰ σώματα τῶν τυράννων ὑπερορίζουσι καὶ τὴν μνήμην ἀτιμοῦσι καὶ δημεύουσι τὴν περιουσίαν.
2.19 ὧν ἐγὼ δεδιὼς ἕκαστον ὑπερηγωνιζόμην Καίσαρος, ἀθανάτου τε δόξης καὶ δημοσίας ταφῆς, οὐκ ἀκινδύνως οὐδʼ ἀνεπιφθόνως ἐμαυτῷ, τυχεῖν, πρός τε ἄνδρας ταχυεργεῖς καὶ φόνου πλήρεις καί, ὡς ἔμαθες, ἤδη καὶ ἐπʼ ἐμὲ συνομωμοσμένους πρός τε τὴν βουλὴν ἀχθομένην σου τῷ πατρὶ τῆς ἀρχῆς. ἀλλὰ καὶ ταῦτα κινδυνεύειν καὶ παθεῖν ὁτιοῦν ᾑρούμην ἑκὼν μᾶλλον ἢ ἄταφον καὶ ἄτιμον γιγνόμενον περιιδεῖν Καίσαρα, ἄριστον ἀνδρῶν τῶν ἐφʼ ἑαυτοῦ καὶ εὐτυχέστατον ἐς τὰ πλεῖστα καὶ ἀξιοτιμότατον ἐκ πάντων ἐμοὶ γενόμενον. τοῖς δʼ αὐτοῖς μου τοῖσδε κινδύνοις καὶ σὺ τὰ νῦν σοι παρόντα πάντα λαμπρὰ τῶν Καίσαρος ἔχεις, γένος, ὄνομα, ἀξίωμα, περιουσίαν. ὧν σε δικαιότερον ἦν ἐμοὶ χάριν εἰδέναι μᾶλλον ἢ τὰ ἐκλειφθέντα εἰς τὴν τῆς βουλῆς παρηγορίαν ἢ ἐς ἀντίδοσιν τῶνδε, ὧν ἔχρῃζον, ἢ κατʼ ἄλλας χρείας ἢ λογισμοὺς ἐπιμέμφεσθαι πρεσβυτέρῳ νεώτερον ὄντα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi