Kitap 3
3.21
τούτων τοῖς πολλοῖς δυσχεράνας ὁ Καῖσαρ ἐς ὕβριν εἰρημένοις ἀπεχώρει, τὸν πατέρα ἀνακαλῶν θαμινὰ ἐξ ὀνόματος, καὶ τὴν οὐσίαν ἐς πρᾶσιν αὐτίκα προυτίθει πᾶσαν, ὅση κατὰ τὸν κλῆρον ἐγίγνετο αὐτοῦ, προτρέπων ἐπικουρεῖν οἱ τὸν δῆμον ἐκ τῆσδε τῆς σπουδῆς· φανερᾶς δὲ τῆς Ἀντωνίου πρὸς αὐτὸν ἔχθρας γενομένης καὶ τῆς βουλῆς ζήτησιν εὐθὺς εἶναι τῶν δημοσίων χρημάτων ψηφισαμένης, οἱ πολλοὶ ἔδεισαν ἐπὶ τῷ νέῳ Καίσαρι τῆς πατρῴας ἐς τοὺς στρατιώτας καὶ τὸν δῆμον εὐνοίας οὕνεκα καὶ τῆς νῦν ἐπὶ τῇ χορηγίᾳ δημοκοπίας καὶ περιουσίας, ἣ δὴ πάνυ αὐτῷ πολλὴ προσελθοῦσα οὐκ ἐδόκει τοῖς πλείοσιν αὐτὸν ἐν ἰδιώτου μέτρῳ καθέξειν, ἐπὶ δὲ Ἀντωνίῳ μάλιστα, μὴ τὸν Καίσαρα, νέον ἄνδρα καὶ ἔνδοξον καὶ πλούσιον, ἑταιρισάμενος ὑφʼ ἑαυτὸν εἶναι πρότερος ἅψαιτο τῆς Καίσαρος δυναστείας. οἱ δὲ καὶ τοῖς τότε γιγνομένοις ἐφήδοντο, ὡς καὶ τῶν ἀνδρῶν ἀλλήλοις ἐμποδὼν ἐσομένων καὶ τοῦ Καίσαρος πλούτου τῇ ζητήσει τῶν χρημάτων αὐτίκα διαλυθησομένου καὶ σφίσι τοῦ ταμιείου περιουσίας πλήρους ἐξ αὐτῆς ἐσομένου· τὰ γὰρ πολλὰ τῶν κοινῶν εὑρήσειν παρὰ Καίσαρι.
3.22
πολλοί τε αὐτῶν ἐς δίκας τὸν Καίσαρα ὑπῆγον περὶ χωρίων, ἕτερος ἑτέρῳ ἐπιλέγοντες ἄλλα τε ἕκαστοι καὶ τὸ κοινὸν ἐπὶ τοῖς πλείστοις, ἐκ προγραφῆς εἶναι τῶν δημευθέντων ἢ φυγόντων ἢ ἀναιρεθέντων. ἦγόν τε τὰς δίκας ἐπὶ τὸν Ἀντώνιον αὐτὸν ἢ τὸν ἕτερον ὕπατον Δολοβέλλαν. εἰ δέ τις καὶ ἐφʼ ἑτέρας ἀρχῆς ἐδικάζετο, πανταχοῦ τὰ πολλὰ ὁμοίως ὁ Καῖσαρ εἰς χάριν Ἀντωνίου ἡττᾶτο, τά τε ὠνήματα τῷ πατρὶ ἐκ τοῦ δημοσίου γενόμενα ἐπιδεικνὺς καὶ τὸ τελευταῖον ψήφισμα τὸ βεβαιοῦν τὰ Καίσαρι πεπραγμένα πάντα. ὕβρεις τε πολλαὶ παρὰ τὰς δίκας ἦσαν αὐτῷ, καὶ τὸ τῆς ζημίας προύκοπτεν ἐς ἄπειρον, ἔστε Πέδιον καὶ Πινάριον ʽοὗτοι γὰρ τὴν ἐκ τῶν Καίσαρος διαθηκῶν τοῦ κλήρου μοῖραν εἶχον’ μέμψασθαι τῷ Ἀντωνίῳ περί τε σφῶν αὐτῶν καὶ περὶ τοῦ Καίσαρος ὡς ἄδικα πασχόντων παρὰ τὸ ψήφισμα τῆς βουλῆς. ᾤοντό τε αὐτὸν τὰ ἐς ὕβριν ἐκλύειν δεῖν μόνον, τὰ ἄλλα δὲ πάντα κυροῦν, ὅσα τῷ Καίσαρι πέπρακται.