Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 3

3.22 ὁ δὲ ὡμολόγει μὲν τὰ πρασσόμενα ἴσως ἐναντίον ἔχειν τι τοῖς συνεψηφισμένοις, καὶ τὰ ἐψηφισμένα δʼ ἔφη τοῖς τότε δόξασιν ἐναντίως γεγράφθαι. μόνης γὰρ τῆς ἀμνηστίας ἐπειγούσης, τὸ ʼμηδὲν ἀνατρέπειν τῶν προδιῳκημένων,ʼ οὐ τοῦδʼ αὐτοῦ γε χάριν οὐδὲ ἐφʼ ἅπασιν ἁπλῶς μᾶλλον ἢ ἐς εὐπρέπειαν καὶ παρηγορίαν τοῦ δήμου θορυβουμένου τούτοις, ἐπιγραφῆναι. εἶναι δὲ δικαιότερον τῇ γνώμῃ τοῦ ψηφίσματος μᾶλλον ἢ τῷ ῥήματι χρωμένους μὴ παρὰ τὸ εἰκὸς ἀντιπράττειν ἀνδράσι τοσοῖσδε ἰδίων ἢ προγονικῶν κτήσεων κατὰ στάσιν ἐκπεσοῦσιν ὑπὲρ νεανίσκου τοσόνδε πλοῦτον ἀλλότριόν τε καὶ οὐκ ἰδιωτικὸν παρʼ ἐλπίδα λαβόντος καὶ οὐκ ἐπιδεξίως, ἀλλʼ ἐς θρασύτητα τῇ τύχῃ χρωμένου. σφῶν μέντοι φείσεσθαι τὸ μέρος νειμαμένων πρὸς Καίσαρα. ὧδε μὲν ὁ Ἀντώνιος τοῖς ἀμφὶ τὸν Πινάριον ἀπεκρίνατο. καὶ εὐθὺς ἐνέμοντο, ἵνα μὴ καὶ τὸ μέρος ἐν ταῖς δίκαις προσαπόλοιτο, οὐ σφῶν ἕνεκα αὐτῶν, ἀλλὰ καὶ τόδε τοῦ Καίσαρος· ἔμελλον γὰρ αὐτῷ μετʼ οὐ πολὺ πάντα χαριεῖσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi