Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 3

4.30 ταῦτα οἱ ταξίαρχοι ἀσπασάμενοι συνῆγον ἀμφοτέρους. οἱ δὲ ἐπεμέμφοντο ἀλλήλοις καὶ συνέβαινον ἐς φιλίαν. ὅ τε νόμος ὁ περὶ τῆς Κελτικῆς προυγράφετο αὐτίκα, ὀρρωδούσης πάνυ τῆς βουλῆς καὶ ἐπινοούσης, εἰ μὲν ὁ Ἀντώνιος αὐτὸν προβουλεύοι, κωλύειν προβουλευόμενον, εἰ δὲ ἀπροβούλευτον ἐς τὸν ο͂ῆμον ἐσφέροι, τοὺς δημάρχους ἐς κώλυσιν ἐπιπέμπειν. ἦσαν δʼ οἳ καὶ τὸ ἔθνος ὅλως ἐλευθεροῦν ἡγεμονίας ἠξίουν· οὕτως ἐδεδοίκεσαν ἀγχοῦ τὴν Κελτικὴν οὖσαν. ὁ δὲ Ἀντώνιος αὐτοῖς ἀντενεκάλει, εἰ Δέκμῳ μὲν αὐτὴν πιστεύουσιν, ὅτι Καίσαρα ἀπέκτεινεν, αὑτῷ δʼ ἀπιστοῦσιν, ὅτι οὐκ ἀπέκτεινε τὸν καταστρεψάμενον αὐτὴν καὶ κλίναντα ἐς γόνυ, ἀπορρίπτων ἤδη ταῦτα φανερῶς ἐς ἅπαντας ὡς ἐφηδομένους τοῖς γεγονόσιν. ἐλθούσης δὲ τῆς κυρίας ἡμέρας ἡ μὲν βουλὴ τὴν λοχῖτιν ἐνόμιζεν ἐκκλησίαν συλλεγήσεσθαι, οἱ δὲ νυκτὸς ἔτι τὴν ἀγορὰν περισχοινισάμενοι τὴν φυλέτιν ἐκάλουν, ἀπὸ συνθήματος ἐληλυθυῖαν. καὶ ὁ δημότης λεώς, ἀχθόμενος τῷ Ἀντωνίῳ, συνέπρασσεν ὅμως διὰ τὸν Καίσαρα ἐφεστῶτα τοῖς περισχοινίσμασι καὶ δεόμενον. ἐδεῖτο δὲ μάλιστα μέν, ἵνα μὴ Δέκμος ἄρχοι χώρας τε ἐπικαίρου καὶ στρατιᾶς ἀνδροφόνος ὢν τοῦ πατρός, ἐπὶ δὲ τούτῳ καὶ ἐς χάριν Ἀντωνίου συνηλλαγμένου. προσεδόκα δὲ ἄρα τι καὶ αὐτὸς ἀντιλήψεσθαι παρὰ Ἀντωνίου. διαφθαρέντων δὲ χρήμασι τῶν δημάρχων ὑπʼ Ἀντωνίου καὶ κατασιωπώντων ὁ νόμος ἐκυροῦτο, καὶ ὁ στρατὸς Ἀντωνίῳ μετʼ αἰτίας εὐπρεποῦς ἤδη τὸν Ἰόνιον ἐπέρα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi