Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 3

7.46 ὁ μὲν δὴ λαμπρῶς οὕτως ἐς τὸ Ἀρίμινον προεπέμπετο, ὅθεν ἐστὶν ἡ τῆς Κελτικῆς ἀρχή. καὶ ὁ στρατὸς ἦν αὐτῷ, χωρίς γε τῶν νεολέκτων, τρία τέλη τὰ ἐκ Μακεδονίας μετάπεμπτα ʽἤδη γὰρ αὐτῷ καὶ τὸ λοιπὸν ἀφῖκτὀ, ἐξεστρατευμένων δὲ ἕν, οἳ καὶ γηρῶντες ὅμως ἐδόκουν νεοσυλλόγων ἀμείνους ἐς τὸ διπλάσιον εἶναι. οὕτω μὲν Ἀντωνίῳ τέσσαρα ἐγίγνετο τέλη γεγυμνασμένων ἀνδρῶν καὶ ὅσον ἐξ ἔθους αὐτοῖς ἐπίκουρον ἄλλο ἕπεται, καὶ ἡ τοῦ σώματος φρουρὰ καὶ τὰ νεόλεκτα. Λέπιδός τε ἔχων ἐν Ἰβηρίᾳ τέσσαρα τέλη καὶ Ἀσίνιος Πολλίων δύο καὶ Πλάγκος ἐν τῇ ἑτέρᾳ Κελτικῇ τρία ἐδόκουν αἱρήσεσθαι τὰ Ἀντωνίου.
7.47 Καίσαρι δὲ ἦν δύο ὁμοίως ἀξιολογώτατα, τὰ ἐς αὐτὸν ἀπὸ τοῦ Ἀντωνίου μεταστάντα, ἓν δὲ νεοσυλλόγων, δύο δὲ ἐκ τῶν πρότερον ἐστρατευμένων, οὐκ ἐντελῆ μὲν ταῦτα τοῖς ἀριθμοῖς οὐδὲ ταῖς ὁπλίσεσιν, ὑπὸ δὲ τῶν νεοσυλλόγων καὶ ταῦτα ἀναπληρούμενα. συναγαγὼν δʼ ἅπαντας ἐς Ἄλβην ἐπέστελλε τῇ βουλῇ. ἡ δὲ ἐφήδετο μὲν αὖθις Καίσαρι, ὡς ἀπορεῖν καὶ τότε, τίνες ἦσαν, οἳ προύπεμπον Ἀντώνιον· ἤχθοντο δὲ τοῖς τέλεσιν οὐκ ἐς τὴν βουλήν, ἀλλʼ ἐς τὸν Καίσαρα μετελθοῦσιν. ἐπαινέσαντες δʼ ὅμως αὐτούς τε καὶ τὸν Καίσαρα, ἔφασαν ὀλίγον ὕστερον ὅ τι χρὴ ποιεῖν αὐτοὺς ψηφιεῖσθαι, ὅταν αὐτοῖς αἱ νέαι ἀρχαὶ ἐς τὰ πράγματα παρέλθωσιν. ἦν δὲ σαφές, ὅτι χρήσονται μὲν αὐτοῖς κατὰ Ἀντωνίου· στρατὸν δὲ οὐδένα πω ἔχοντες ἴδιον οὐδὲ καταλέξαι χωρὶς ὑπάτων δυνάμενοι ἐς τὰς νέας ἀρχὰς πάντα ἀνετίθεντο.
7.48 τῷ Καίσαρι δʼ ὁ στρατὸς πελέκεάς τε καὶ ῥαβδοφόρους ἐσκευασμένους προσαγαγόντες, ἠξίουν ἑαυτὸν ἀντιστράτηγον ἀποφῆναι, πολέμου τε ἡγεμονεύοντα καὶ σφῶν αἰεὶ ὑπʼ ἄρχουσι ταχθέντων. ὁ δὲ τὴν μὲν τιμὴν ἐπῄνει, τὸ δὲ ἔργον ἐς τὴν βουλὴν ἀνετίθετο· καὶ βουλομένους ἐπὶ τοῦτο χωρεῖν ἀθρόους ἐκώλυε καὶ πρεσβευομένους ἐπεῖχεν, ὡς καὶ τῆς βουλῆς ψηφιουμένης ταῦτα καθʼ ἑαυτήν, καὶ μᾶλλον, ἢν αἴσθωνται τὴν ὑμετέραν προθυμίαν καὶ τὸν ἐμὸν ὄκνον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi