Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 3

9.65 ὁ μέν οὑτωσὶ τὸν στρατὸν οἰκειούμενος ὑπήγετο, τῶν δὲ ὑπάτων Πάνσας μὲν ἀνὰ τὴν Ἰταλίαν ἐξενάγει, Ἵρτιος δὲ τῷ Καίσαρι τὸν στρατὸν ἐμερίζετο καί, ὡς αὐτῷ παρὰ τῆς βουλῆς ἐν ἀπορρήτῳ λέλεκτο, ἐς τὸ μέρος ᾔτει τὰ δύο τέλη τὰ παρὰ Ἀντωνίου μεταστάντα, εἰδὼς τάδε ὄντα τοῦ στρατοῦ τὸ ἀξιολογώτατον. καὶ ὁ μὲν Καῖσαρ ἅπαντα συνεχώρει, μερισάμενοι δὲ ἐχείμαζον μετʼ ἀλλήλων· παροδεύοντος δὲ τοῦ χειμῶνος ἤδη Δέκμος μὲν ἔκαμνεν ὑπὸ λιμοῦ, Ἵρτιος δὲ καὶ Καῖσαρ ἐς τὴν Μουτίνην ἐχώρουν, μὴ κάμνοντα τὸν Δέκμου στρατὸν ὁ Ἀντώνιος παραλάβοι. ἀκριβῶς δὲ τῆς Μουτίνης φυλασσομένης ὑπὸ τοῦ Ἀντωνίου, πανσυδὶ μὲν οὐ συνεπλέκοντο αὐτῷ Πάνσαν περιμένοντες, ἱππομαχίαι δʼ ἦσαν πυκναί, πολὺ μὲν πλείους ἱππέας ἔχοντος Ἀντωνίου· τοῦ πεδίου δὲ ἡ δυσχέρεια, διὰ χειμάρρους ἐκτεταφρευμένου, τὴν πλεονεξίαν τὸ πλῆθος ἀπεστέρει.
9.66 καὶ τάδε μὲν ἦν ἀμφὶ τῇ Μουτίνῃ, τὰ δʼ ἐν Ῥώμῃ τῶν ὑπάτων οὐ παρόντων ὁ Κικέρων ἦγεν ὑπὸ δημοκοπίας· καὶ συνεχεῖς ἦσαν ἐκκλησίαι, ὅπλα τε εἰργάζετο συναγαγὼν τοὺς δημιουργοὺς ἀμισθὶ καὶ χρήματα συνέλεγε καὶ βαρυτάτας ἐσφορὰς τοῖς Ἀντωνίου φίλοις ἐπετίθει. οἱ δὲ ἑτοίμως ἐσέφερον ἐκλυόμενοι τὴν διαβολήν, μέχρι Πούπλιος Οὐεντίδιος, ἐστρατευμένος τε Γαΐῳ Καίσαρι καὶ Ἀντωνίῳ φίλος ὤν, οὐκ ἤνεγκε τὴν βαρύτητα τοῦ Κικέρωνος, ἀλλʼ ἐς τὰς Καίσαρος ἀποικίας ἐκδραμὼν ὡς γνώριμος δύο ἐς τὸν Ἀντώνιον ἀνεστράτευσε τέλη καὶ ἐς τὴν Ῥώμην συλλαβεῖν Κικέρωνα ἠπείγετο. τότε μὲν δὴ θόρυβός τε ἦν ἄπλετος, καὶ τέκνα καὶ γυναῖκας ὑπεξέφερον οἱ πλείους μετὰ δυσελπιστίας, καὶ ὁ Κικέρων τῆς πόλεως ἀπεδίδρασκε. καὶ ὁ Οὐεντίδιος μαθων ἐς τὸν Ἀντώνιον ἀνέστρεφε. διακλειόμενος δὲ ὑπὸ Καίσαρός τε καὶ Ἱρτίου ἐς τὴν Πικηνίτιδα παρῆλθε καὶ τέλος ἄλλο συλλογίσας ἐφήδρευε τοῖς ἐσομένοις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi