Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 3

9.66 οἱ δὲ ἀμφὶ τὸν Καίσαρα, τοῦ Πάνσα μετὰ στρατιᾶς πλησιάζοντος, Καρσουλήιον αὐτῷ προσέπεμπον ἄγοντα τὴν Καίσαρος στρατηγίδα τάξιν καὶ τὸ Ἄρειον τέλος ἐς βοήθειαν τῆς διόδου τῶν στενῶν. ὁ δὲ Ἀντώνιος τῶν μὲν στενῶν ὑπερεῖδεν ὡς οὐδὲν πλέον ἢ κωλύσων ἐν αὐτοῖς, ἐπιθυμίᾳ δὲ ἀγῶνος, οὐκ ἔχων τοῖς ἱππεῦσιν ἐλλαμπρύνασθαι διὰ τὸ πεδίον ἑλωδέστερον ὂν καὶ τεταφρευμένον, δύο ἐνήδρευσε τέλη τὰ ἄριστα ἐν τῷ ἕλει, τῆς ὁδοῦ, χειροποιήτου καὶ στενῆς οὔσης, ἑκατέρωθεν τῷ δόνακι κρύπτων.
9.67 Καρσουληίου δὲ καὶ Πάνσα τὰ στενὰ νυκτὸς διαδραμόντων, ἅμα δʼ ἡμέρᾳ μόνοις τοῖς Ἀρείοις καὶ πέντε ἄλλαις τάξεσιν ἐς τὴν χειροποίητον ὁδὸν ἐσβαλόντων, ἔτι καθαρευουσαν πολεμίων, καὶ τὸ ἕλος ἑκατέρωθεν ὂν περισκεπτομένων, ὅ τε δόναξ διακινούμενος ὑπωπτεύετο, καὶ ἀσπὶς ἤδη που καὶ κράνος ἐξέλαμπε, καὶ ἡ στρατηγὶς Ἀντωνίου τάξις αὐτοῖς αἰφνίδιον ἐπεφαίνετο ἐκ τοῦ μετώπου. οἱ δʼ Ἄρειοι περιειλημμένοι τε πάντοθεν καὶ οὐδαμόσε διαδραμεῖν ἔχοντες ἐκέλευον τοὺς νεήλυδας εἰ παραγένοιντο, μὴ συνεφάπτεσθαι σφίσι τῶν πόνων, ὡς μὴ συνταράξειαν αὑτοὺς ὑπὸ ἀπειρίας, τῇ στρατηγίδι δὲ Ἀντωνίου τὴν Καίσαρος στρατηγίδα ἀντέταξαν· αὐτοὶ δὲ ἐς δύο διαιρεθέντες ἐνέβαινον ἐς ἑκάτερον ἕλος, καὶ αὐτοῖς ἐπεστάτουν τῇ μὲν ὁ Πάνσας, τῇ δὲ ὁ Καρσουλήιος. δύο δὲ τῶν ἑλῶν ὄντων δύο ἦσαν οἱ πόλεμοι, τῇ διόδῳ εἰργόμενοι μὴ γινώσκειν τὰ ἀλλήλων· καὶ κατὰ τὴν δίοδον αὐτὴν αἱ στρατηγίδες πόλεμον ἄλλον ἐφʼ ἑαυτῶν ἐπολέμουν. γνώμη δὲ ἦν τοῖς μὲν Ἀντωνίου τοὺς Ἀρείους ἀμύνασθαι τῆς αὐτομολίας οἷα προδότας σφῶν γενομένους, τοῖς δʼ Ἀρείοις ἐκείνους τῆς ὑπεροψίας τῶν ἐν Βρεντεσίῳ διεφθαρμένων. συνειδότες τε ἀλλήλοις τὸ κράτιστον ὡς εἴη τῆς ἑκατέρου στρατιᾶς, ἤλπιζον ἐν τῷδε τῷ ἔργῳ μόνῳ τὸν πόλεμον κρινεῖν. καὶ τοῖς μὲν αἰδὼς ἦν τὸ δύο τέλεσιν οὖσιν διʼ ἑνὸς ἡσσᾶσθαι, τοῖς δὲ φιλοτιμία μόνοις τῶν δύο κρατῆσαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi