Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 3

10.74 καὶ Κικέρων ἐν Ῥώμῃ τὰ μὲν ἐς τὸν δῆμον ἀνεγίγνωσκεν ὡς ὑπάτου, τὰ δὲ τοῦ Καίσαρος τῇ βουλῇ μόνον· θυσίας τε ἐπʼ Ἀντωνίῳ πεντήκοντα ἡμερῶν ἱκεσίους ἐψηφίζετο, ὅσας οὔτε ἐπὶ Κελτοῖς οὔτε ἐπὶ ἄλλῳ πολέμῳ ποτὲ ἐψηφίσαντο Ῥωμαῖοι, καὶ τὸν στρατὸν τῶν ὑπάτων ἐδίδου Δέκμῳ καίπερ ἔτι Πάνσα περιόντος ʽἤδη γὰρ ἀπεγιγνώσκετὀ, στρατηγόν τε τὸν Δέκμον ἀπέφηνεν ἐπʼ Ἀντωνίῳ μόνον εἶναι καὶ εὐχὰς δημοσίας ἐποιεῖτο Δέκμον Ἀντωνίου περιγενέσθαι. τοσοῦτος ἦν οἶστρος αὐτῷ κατὰ Ἀντωνίου καὶ ἀπειροκαλία. ἐβεβαίου τε αὖθις τοῖς δύο τέλεσι τοῖς ἀπὸ Ἀντωνίου μεταστᾶσι τὰς ἑκάστῳ προϋπεσχημένας παρὰ τοῦ κοινοῦ Ῥωμαίων ἐπινικίους δραχμὰς πεντακισχιλίας ὡς ἤδη νενικηκόσι καὶ στέφανον αὐτοὺς ἐν ταῖς ἑορταῖς αἰεὶ θαλλοῦ περιτίθεσθαι. περὶ δὲ Καίσαρος οὐδὲν ἦν ἐν τοῖς γραφομένοις, οὐδὲ τοὔνομα ὅλως· οὕτως αὐτίκα κατεφρονεῖτο ὡς Ἀντωνίου καθῃρημένου. ἔγραφον δὲ καὶ Λεπίδῳ καὶ Πλάγκῳ καὶ Ἀσινίῳ πολεμεῖν, ὅπως πλησιάσειαν Ἀντωνίῳ.
10.75 καὶ τάδε μὲν ἦν τὰ ἐν Ῥώμῃ, Πάνσας δʼ ἐκ τοῦ τραύματος ἀποθνῄσκων Καίσαρά οἱ παρεστήσατο καὶ εἶπεν·
10.75 ἐγὼ τῷ σῷ πατρὶ φίλος ἦν ὡς ἐμαυτῷ, ἀναιρεθέντι δὲ οὐκ εἶχον ἐπαμύνειν οὐδὲ τοῖς πλείοσι μὴ συνίστασθαι, οἷς γε δὴ καὶ σὺ καλῶς ποιῶν ὑπήκουσας, καίτοι στρατὸν ἔχων. δείσαντες δʼ ἐν ἀρχῇ δὲ καὶ Ἀντώνιον, φιλοτιμότατον κἀκεῖνον ἐς τὴν Καίσαρος γνώμην φανέντα, διαφερομένοις ὑμῖν ἐφήσθησαν ὡς ἐς ἀλλήλους συντριβησομένοις. ἐπεὶ δέ σε καὶ στρατοῦ δεσπότην εἶδον, προσεποιοῦντο εὐπρεπέσι καὶ ἀσθενέσι τιμαῖς οἷα μειράκιον. σοβαρωτέρου δέ σου καὶ ἐγκρατεστέρου τιμῆς τότε μάλιστα ὀφθέντος, ὅτε τὴν ἀρχὴν ὑπὸ τοῦ στρατοῦ σοι δεδομένην οὐκ ἐδέξω, διεταράχθησαν καὶ συστρατηγεῖν σε ἡμῖν ἀπέφηναν, ἵνα σου τὰ δύο τέλη τὰ πρακτικώτερα ἀποσπάσωμεν, ἐλπίσαντες ἡττηθέντος ὑμῶν τοῦ ἑτέρου τὸν ἕτερον ἀσθενέστερόν τε καὶ μόνον ἔσεσθαι καὶ μετʼ αὐτὸν ἤδη πᾶσαν τὴν Καίσαρος ἑταιρείαν καθελόντες ἀνάξειν τὴν Πομπηίου· τόδε γάρ ἐστιν αὐτοῖς τῆς γνώμης τὸ κεφάλαιον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi