Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 3

12.85 Ἐξαγγελθέντων δὲ τῶνδε ἐς Ῥώμην θαυμαστὴ καὶ αἰφνίδιος ἦν αὖθις μεταβολή, τῶν μὲν ἐκ τῆς οὐ πρὸ πολλοῦ καταφρονήσεως ἐς δέος, τῶν δὲ ἐς θάρσος ἀπὸ τοῦ δέους μεθισταμένων. αἵ τε προγραφαὶ τῶν δέκα ἀνδρῶν κατεσπῶντο σὺν ὕβρει, καὶ αἱ χειροτονίαι τῶν ὑπάτων ἐπείχοντο ἔτι μᾶλλον· ἥ τε βουλὴ πάμπαν ἀποροῦσα, καὶ δεδιυῖα, μὴ συνθοῖντο ἀλλήλοις ὅ τε Καῖσαρ καὶ ὁ Ἀντώνιος, ἔπεμπε μὲν ἐς Βροῦτόν τε καὶ Κάσσιον κρύφα ἀπὸ σφῶν Λεύκιον καὶ Πάνσαν, ὡς ἐπὶ θέας εἰς Ἑλλάδα ἐξιόντας, ἀμύνειν αὑτοῖς ἐς ὃ δύναιντο, μετεκάλει δὲ ἐκ Λιβύης ἀπὸ τριῶν τῶν ὑπὸ Σέξτιον δύο τέλη, καὶ τὸ τρίτον ἐκέλευε Κορνιφικίῳ παραδοθῆναι, τῆς ἑτέρας ἄρχοντι Λιβύης καὶ τὰ τῆς βουλῆς φρονοῦντι, εἰδότες μὲν καὶ τούσδε Γαΐῳ Καίσαρι ἐστρατευμένους καὶ τὰ ἐκείνου πάντα ὑπονοοῦντες· ἡ δὲ ἀπορία σφᾶς ὧδε ἤπειγεν, ἐπεὶ καὶ τὸν νέον Καίσαρα, δεδιότες μὴ συνθοῖτο Ἀντωνίῳ, στρατηγὸν αὖθις ἐπὶ Ἀντωνίῳ μάλα ἀπρεπῶς ἐχειροτόνουν ἅμα Δέκμῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi