Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 3

12.88 ὧν λεγομένων ἥ τε στρατιὰ προθύμως ἐπεβόησε, καὶ τοὺς λοχαγοὺς αὐτίκα ἔπεμπον αἰτήσοντας τὴν ἀρχὴν τῷ Καίσαρι. ὑποκριναμένης δὲ τῆς βουλῆς τὴν ἡλικίαν, ἔλεγον οἱ λοχαγοὶ ἃ ἐδιδάχθησαν, ὅτι καὶ πάλαι Κορουῖνός τε ἄρξειε νεώτερος ὢν ἔτι καὶ Σκιπίων ὕστερον, ὅ τε πρότερος καὶ ὁ δεύτερος, καὶ ἐκ τῆς νεότητος ἑκάστου πολλὰ ὄναιτο ἡ πατρίς. τά τε ἔναγχος ταῦτα καὶ Πομπήιον Μάγνον αὐτοῖς καὶ Δολοβέλλαν προύφερον, αὐτῷ τε Καίσαρι ἤδη δεδόσθαι τὴν ἀρχὴν μετιέναι θᾶσσον ἐτῶν δέκα. ταῦτα τῶν λοχαγῶν σὺν πλέονι παρρησίᾳ λεγόντων, οὐκ ἀνασχόμενοί τινες τῶν βουλευτῶν λοχαγοὺς ὄντας ὧδε παρρησιάζεσθαι, ἐπέπλησσον ὡς θρασυνομένοις ὑπὲρ τὸ στρατιώταις πρέπον. καὶ ὁ στρατὸς πυθόμενος ἔτι μᾶλλον ὠργίζοντο καὶ ἄγειν σφᾶς εὐθὺς ἐκέλευον ἐς τὴν πόλιν, ὡς αὐτοὶ χειροτονήσοντες αὐτὸν ἐξαιρέτῳ χειροτονίᾳ, Καίσαρος υἱὸν ὄντα, πολλά τε τὸν πρότερον Καίσαρα ἀπαύστως εὐφήμουν. ὧδε δὲ αὐτοὺς ὁρμῆς ἔχοντας ὁ Καῖσαρ ἰδὼν ἦγεν εὐθὺς ἀπὸ τῆς συνόδου, ὀκτὼ τέλη πεζῶν καὶ ἵππον ἱκανὴν καὶ ὅσα ἄλλα τοῖς τέλεσι συνετάσσετο. περάσας δὲ τὸν Ῥουβίκωνα ποταμὸν ἐκ τῆς Κελτικῆς ἐς τὴν Ἰταλίαν, ὅν τινα αὐτοῦ καὶ ὁ πατὴρ ὁμοίως ἐπὶ τῷ πολιτικῷ πολέμῳ πρῶτον ἐπέρασεν, ἐς δύο πάντας διῄρει· καὶ τὸ μὲν ἕπεσθαι κατὰ σχολὴν ἐκέλευσε, τὸ δὲ ἄμεινον ἐπιλεξάμενος ἐτρόχαζεν, ἐπειγόμενος ἔτι ἀπαρασκεύους καταλαβεῖν. μέρους τε τῶν χρημάτων ὑπαντῶντος, ἃ ἐς τὰ γέρα τοῖς στρατιώταις ἡ βουλὴ πεπόμφει, δείσας ἐπὶ τοῖς μισθοφόροις ὁ Καῖσαρ προύπεμπε κρύφα τοὺς ἐκφοβήσοντας· καὶ οἱ μὲν ἔφευγον μετὰ τῶν χρημάτων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi