Kitap 3
13.91
ἐπεὶ δὲ αὐτοῖς καὶ τὰ δύο τέλη τὰ ἐκ Λιβύης μετάπεμπτα ἐς τὸν λιμένα αὐτῆς ἡμέρας ἀφίκετο, τοὺς θεοὺς σφᾶς ἔδοξαν ἐπὶ τὴν ἐλευθερίαν ἐποτρύνειν. ἡ μὲν δὴ μετάνοια ἐκεκύρωτο, καὶ μετεψηφίζετο ἅπαντα, Κικέρωνος αὖθις αὐτοῖς ἐπιφανέντος· ἥ τε στρατεύσιμος ἡλικία προεγράφετο πᾶσα, καὶ τὰ δύο τέλη τάδε, τὰ ἐκ Λιβύης, καὶ οἱ σὺν αὐτοῖς ἱππέες χίλιοι καὶ τέλος ἕτερον, ὃ Πάνσας αὐτοῖς ὑπολελοίπει, πάντες οἵδε μερισθέντες οἱ μὲν τὸν λόφον τὸν καλούμενον Ἰάνουκλον, ἔνθα καὶ τὰ χρήματα ἐσώρευσαν, ἐφρούρουν, οἱ δὲ τὴν τοῦ ποταμοῦ γέφυραν, ἐπιδιῃρημένων σφίσι τῶν στρατηγῶν τῶν κατὰ τὴν πόλιν· ἄλλοι δὲ αὐτοῖς τὰ ἐν τῷ λιμένι σκάφη καὶ ναῦς καὶ χρήματα εὐτρέπιζον, εἰ δεήσειεν ἡττωμένους φυγεῖν διὰ θαλάσσης. καὶ τάδε σὺν εὐθαρσείᾳ πράσσοντες οὕτως ὀξέως ἤλπιζον ἀντικαταπλήξειν τὸν Καίσαρα, καὶ ἢ μεταπείσειν παρὰ σφῶν ἀντὶ τοῦ στρατεύματος αἰτεῖν τὴν ἀρχήν, ἢ ἐγκρατῶς ἀμυνεῖσθαι· τούς τε τῆς ἐναντίας μοίρας νῦν γε μεταθήσεσθαι προσεδόκων, μέχρι περὶ τῆς ἐλευθερίας ἐστὶν ὁ ἀγών. τὴν δὲ μητέρα Καίσαρος καὶ τὴν ἀδελφὴν οὔτε φανερῶς οὔτε λάθρᾳ ζητοῦντες εὕρισκον. ἐθορυβοῦντο οὖν αὖθις ὁμήρων μεγάλων ἀφῃρημένοι· καὶ τῶν Καισαριανῶν οὔπω σφίσιν ἐπικλωμένων, ὑπὸ ἐκείνων αὐτὰς ὧδε ἀκριβῶς ἐνόμιζον ἐπικρύπτεσθαι.