Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 3

13.93 νυκτὸς δʼ ἄφνω δόξης γενομένης, ὅτι δύο τέλη Καίσαρος, τό τε Ἄρειον καὶ τὸ τέταρτον, μεταθοῖτο ἐς τὴν πόλιν ὡς διʼ ἐνέδρας ἐπὶ τὴν πατρίδα ἐπαχθέντα, οἱ στρατηγοὶ καὶ ἡ βουλὴ πάμπαν ἀταλαιπώρως ἐπίστευσαν, καίπερ ὄντος ἐγγυτάτω τοῦ στρατοῦ· νομίσαντές τε ἀνθέξειν αὐτοῖς οὖσιν ἀρίστοις πρὸς τὰ λοιπὰ τοῦ Καίσαρος, μέχρι τις ἑτέρωθεν αὑτοῖς ἰσχὺς ἐπιγένοιτο, νυκτὸς ἔτι Μάνιον Ἀκύλιον Κράσσον ἐς τὴν Πικηνίτιδα ἐξέπεμπον στρατὸν ἀθροίζειν, καὶ τῶν τινα δημάρχων Ἀπουλήιον ἐς τὸν δῆμον ἐποίουν τὸ εὐαγγέλιον ἐκφέρειν περιθέοντα. ἥ τε βουλὴ νυκτὸς ἐς τὸ βουλευτήριον συνέθεον, Κικέρωνος ἐπὶ ταῖς θύραις αὐτοὺς δεξιουμένου. ψευδοῦς δὲ τῆς δόξης φανείσης ἐν φορείῳ διέφυγεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi