Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 3

14.95 νόμῳ δʼ ἑτέρῳ ἀπέλυε μὴ εἶναι πολέμιον Δολοβέλλαν, καὶ εἶναι φόνου δίκας ἐπὶ Καίσαρι. καὶ εὐθὺς ἦσαν γραφαί, τῶν φίλων τοῦ Καίσαρος γραφομένων τοὺς μὲν αὐτόχειρας, τοὺς δὲ συνεγνωκέναι μόνον. καὶ γὰρ τοῦτο ἐνίοις ἐπεγράφη, καί τισιν οὐδʼ ἐπιδημήσασιν, ὅτε ὁ Καῖσαρ ἐκτείνετο. πᾶσι δʼ ὁρισθείσης ὑπὸ κηρύγματι μιᾶς ἡμέρας ἐς κρίσιν, ἐρήμην ἅπαντες ἑάλωσαν, ἐφορῶντος τὰ δικαστήρια τοῦ Καίσαρος καὶ τῶν δικαστῶν οὐδενὸς τὴν ἀπολύουσαν φέροντος πλὴν ἑνὸς ἀνδρὸς τῶν ἐπιφανῶν, ὃς τότε μὲν οὐδʼ αὐτός τι ἔπαθε, μικρὸν δʼ ὕστερον ἐπὶ θανάτῳ μετὰ τῶν ἄλλων καὶ ὅδε προυγράφη. ἔδοξε δὲ ταῖσδε ταῖς ἡμέραις Κόιντος Γάλλιος, ἀδελφὸς Μάρκου Γαλλίου συνόντος Ἀντωνίῳ, τὴν πολιτικὴν στρατηγίαν ἄρχων, αἰτῆσαι παρὰ Καίσαρος τὴν στρατηγίαν τῆς Λιβύης, καὶ οὕτω τυχὼν ἐπιβουλεῦσαι τῷ Καίσαρι· καὶ αὐτοῦ τὴν μὲν στρατηγίαν περιεῖλον οἱ σύναρχοι, τὴν δʼ οἰκίαν διήρπασεν ὁ δῆμος, ἡ δὲ βουλὴ κατεγίνωσκε θάνατον. ὁ δὲ Καῖσαρ ἐς τὸν ἀδελφὸν ἐκέλευσε χωρεῖν, καὶ δοκεῖ νεὼς ἐπιβὰς οὐδαμοῦ ἔτι φανῆναι.
14.96 τοσάδε πράξας ὁ Καῖσαρ ἐπενόει μὲν τὰς ἐς τὸν Ἀντώνιον διαλύσεις, πυνθανόμενος ἤδη τοῖς ἀμφὶ τὸν Βροῦτον εἴκοσι συνῆχθαι τέλη στρατοῦ, καὶ χρῄζων ἐπʼ αὐτὰ Ἀντωνίου, ἐξῄει δὲ τῆς πόλεως ἐπὶ τὸν Ἰόνιον καὶ σχολαίως ἀνεζεύγνυε, τὰ παρὰ τῆς βουλῆς ἐπιμένων· Πέδιος γὰρ αὐτὴν ἀποστάντος τοῦ Καίσαρος ἔπειθε τὰ ἐς ἀλλήλους μὴ δυσίατα ποιουμένους συναλλαγῆναι Λεπίδῳ τε καὶ Ἀντωνίῳ. οἱ δὲ προεώρων μὲν ὅτι μὴ σφίσι μηδʼ ὑπὲρ τῆς πατρίδος εἰσὶν αἱ διαλλαγαί, ἀλλʼ ἐς συμμαχίαν Καίσαρι κατὰ Κασσίου τε καὶ Βρούτου, ἐπῄνουν δʼ ὅμως καὶ συνετίθεντο ὑπʼ ἀνάγκης. καὶ τὰ πολέμια δόγματα Ἀντωνίου τε καὶ Λεπίδου καὶ τῶν ὑπʼ αὐτοῖς στρατῶν κατελύετο, εἰρηναῖα δὲ ἕτερα αὐτοῖς ἐπέμπετο. καὶ ὁ Καῖσαρ αὐτοῖς συνήδετο γράφων, Ἀντωνίῳ δὲ καὶ βοηθὸς ἐπὶ Δέκμου ὑπισχνεῖτο ἥξειν, εἰ δέοιτο. οἱ δὲ ἀντεφιλοφρονοῦντο μὲν αὐτὸν ἄφνω καὶ ἐπῄνουν, ὁ δʼ Ἀντώνιος ἔγραφεν αὐτὸς ἀποτίσεσθαι Δέκμον τε ὑπὲρ Καίσαρος καὶ Πλάγκον ὑπὲρ ἑαυτοῦ καὶ συμμίξειν Καίσαρι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi