Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 4

3.15 ἔθνῃσκον δὲ οἱ μὲν ἀμυνόμενοι τοὺς ἀναιροῦντας, οἱ δʼ οὐκ ἀμυνόμενοι ὡς οὐχ ὑπὸ τῶνδε ἀδικούμενοι, εἰσὶ δʼ οἳ καὶ σφᾶς αὐτοῦς λιμῷ τε ἑκουσίῳ δαπανῶντες καὶ βρόχοις χρώμενοι καὶ τὰ σώματα καταποντοῦντες ἢ ῥιπτοῦντες ἀπὸ τῶν τεγῶν ἢ ἐς πῦρ ἐναλλόμενοι ἢ τοῖς σφαγεῦσιν ὑπίσχοντες ἢ καὶ μεταπεμπόμενοι βραδύνοντας, ἕτεροι δὲ κρυπτόμενοι καὶ λιπαροῦντες ἀπρεπῶς ἢ διωθούμενοι τὸ κακὸν ἢ ὠνούμενοι. οἱ δὲ καὶ παρὰ γνώμην τῶν τριῶν ἀνδρῶν, ὑπʼ ἀγνοίας ἢ κατʼ ἐπιβουλήν, ἀπώλλυντο. καὶ δῆλος ἦν ὁ μὴ προγραφεὶς νέκυς, ὅτε οἱ προσκέοιτο ἡ κεφαλή· τῶν γὰρ δὴ προγεγραμμένων ἐν ἀγορᾷ προυτίθεντο παρὰ τοῖς βήμασιν, ἔνθα ἔδει κομίσαντας ἀντιλαβεῖν τὰ ἀγαθά. ἴση δʼ ἦν ἑτέρων σπουδὴ καὶ ἀρετή, γυναικῶν τε καὶ παιδίων καὶ ἀδελφῶν καὶ θεραπόντων, περισῳζόντων τε καὶ συμμηχανωμένων πολλὰ καὶ συναποθνῃσκόντων, ὅτε μὴ τύχοιεν ὧν ἐπενόουν· οἱ δὲ καὶ ἐπανῄρουν σφᾶς ἀνῃρημένοις. τῶν δὲ ἐκφυγόντων οἱ μὲν ὑπὸ ναυαγίων ἀπώλλυντο, ἐς πάντα σφίσι τῆς τύχης ἐπιβαρούσης, οἱ δὲ ἐπανήχθησαν ἐκ παραλόγων ἐπί τε ἀρχὰς τῆς πόλεως καὶ στρατηγίας πολέμων καὶ θριάμβους. οὕτως ὁ καιρὸς ἦν ἐκεῖνος ἐπίδειξις παραδοξολογίας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi