Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 4

2.6 τὸ μὲν δὴ πλῆθος αὐτῶν ἀπὸ τῆς συνόδου διελθόντες ἐς Ῥώμην προγράψειν ἔμελλον, δυώδεκα δὲ ἄνδρας, ἤ, ὡς ἕτεροι λέγουσιν, ἑπτακαίδεκα, τοὺς μάλιστα δυνατούς, ἐν οἷς ἦν καὶ Κικέρων, ἔδοξε προανελεῖν ἐπιπέμψαντας ἄφνω. καὶ τῶνδε μὲν τέσσαρες αὐτίκα ἀνῃρέθησαν ἐν ἑστιάσεσί τε καὶ ὑπαντήσεσι· ζητουμένων δὲ τῶν ἄλλων καὶ ἐρευνωμένων νεών τε καὶ οἰκιῶν, ἄφνω θόρυβος ἀνὰ τὴν νύκτα πᾶσαν ἦν καὶ βοαὶ καὶ διαδρομαὶ μετʼ οἰμωγῆς ὡς ἐν ἁλισκομένῃ πόλει. τῷ γὰρ ἐγνῶσθαι μὲν ἀνδρολήψια γίγνεσθαι, μὴ προγεγράφθαι δὲ μηδένα τῶν προκατεγνωσμένων, πᾶς τις αὐτὸς ἡγεῖτο ζητεῖσθαι πρὸς τῶν περιθεόντων. οὕτω δὲ ἀπογινώσκοντες αὑτῶν, οἱ μὲν τὰ ἴδια, οἱ δὲ τὰ κοινὰ ἐμπρήσειν ἔμελλον, δρᾶσαί τι δεινὸν ἀλόγως αἱρούμενοι πρὶν παθεῖν· καὶ τάχα ἂν ἔδρασαν, εἰ μὴ Πέδιος αὐτοὺς ὁ ὕπατος μετὰ κηρύκων περιθέων ἐπήλπιζε περιμείναντας ἐς ἕω τὰ ἀκριβέστατα μαθεῖν. ἅμα δὲ ἕῳ παρὰ γνώμην τῶν τριῶν ἀνδρῶν προύγραφεν ὁ Πέδιος τοὺς ἑπτακαίδεκα ὡς μόνους τε αἰτίους δόξαντας εἶναι τῶν ἐμφυλίων κακῶν καὶ μόνους κατεγνωσμένους, πίστεις τε τοῖς ἄλλοις δημοσίας ἐποιεῖτο, ἀγνοῶν τὰ ἐγνωσμένα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi