Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 4

2.9 ἡμεῖς δὲ αὐτῶν τοὺς μὲν ἤδη τετιμωρήμεθα, τοὺς δὲ λοιποὺς θεοῦ συνεπιλαμβάνοντος αὐτίκα δίκην διδόντας ὄψεσθε. τῶν δὲ μεγίστων ἡμῖν ἠνυσμένων καὶ ὑπὸ χερσὶν ὄντων, Ἰβηρίας τε καὶ Κελτικῆς καὶ τῶνδε τῶν οἴκοι, ἕν ἐστι λοιπὸν ἔτι ἔργον, στρατεύειν ἐπὶ τοὺς πέραν θαλάσσης αὐτόχειρας Γαΐου. μέλλουσι δὴ πόλεμον ὑπὲρ ὑμῶν ἔκδημον ἀγωνιεῖσθαι οὐκ ἀσφαλὲς οὔτε ἐς τὰ ἡμέτερα οὔτε ἐς τὰ ὑμέτερα εἶναι δοκεῖ τοὺς ἄλλους ἐχθροὺς ὀπίσω καταλιπεῖν, ἐπιβησομένους ταῖς ἀπουσίαις ἡμῶν καὶ τὰ συμβαίνοντα τοῦ πολέμου καιροφυλακήσοντας, οὐδʼ αὖ βραδύνειν διὰ τούσδε ἐν ἐπείξει τοσῇδε μᾶλλον ἢ ἐκποδὼν αὐτοὺς ἀθρόως ποιήσασθαι, ἄρξαντάς γε τοῦ καθʼ ἡμῶν πολέμου, ὅτε πολεμίους ἡμᾶς τε καὶ τοὺς ὑφʼ ἡμῖν στρατοὺς ἐψηφίζοντο εἶναι.
2.10 κἀκεῖνοι μὲν τοσάσδε πολιτῶν μυριάδας ἡμῖν συναπώλλυον, οὔτε θεῶν νέμεσιν οὔτε φθόνον ἀνθρώπων ὑφορώμενοι· ἡμεῖς δὲ πλήθει μὲν οὐδενὶ χαλεπανοῦμεν οὐδὲ τοὺς ἐχθροὺς ἐπιλεξόμεθα πάντας, ὅσοι διηνέχθησαν ἡμῖν ἢ ἐπεβούλευσαν, οὐδὲ ἐκ πλούτου πάντως ἢ περιουσίας ἢ ἀξιώσεως οὐδʼ ὅσους ἕτερος πρὸ ἡμῶν αὐτοκράτωρ ἔκτεινε, τὴν πόλιν κἀκεῖνος ἐν ἐμφυλίοις καθιστάμενος, ὃν Εὐτυχῆ προσείπατε διʼ εὐπραξίαν, καίπερ ἀνάγκης οὔσης τρισὶ πλέονας ἐχθροὺς ἢ ἑνὶ εἶναι. ἀλλὰ μόνους δὴ τοὺς φαυλοτάτους τε καὶ πάντων αἰτιωτάτους ἀμυνούμεθα. καὶ τόδε διʼ ὑμᾶς οὐχ ἧσσον ἡμῶν· ἀνάγκη μὲν γὰρ ἡμῶν διαφερομένων ὑμᾶς πάντας ἐν μέσῳ δεινὰ πάσχειν, ἀνάγκη δέ τι καὶ τῷ στρατῷ γενέσθαι παραμύθιον ὑβρισμένῳ τε καὶ παρωξυμμένῳ καὶ πολεμίῳ πρὸς τῶν κοινῶν ἐχθρῶν ἀναγεγραμμένῳ. δυνηθέντες δʼ ἄν, οὓς ἔγνωμεν, ἐξ ἐφόδου συλλαβεῖν, αἱρούμεθα προγράψαι μᾶλλον ἢ ἀγνοοῦντας ἔτι συλλαβεῖν· καὶ τόδε διʼ ὑμᾶς, ἵνα μὴ ἐπὶ τοῖς ὁπλίταις ᾖ διωργισμένοις πλεονάζειν ἐς τοὺς ἀνευθύνους, ἀλλὰ ἀπηριθμημένους καὶ ὡρισμένους ἔχοντες ὀνομαστὶ τῶν ἄλλων κατὰ πρόσταγμα ἀπέχωνται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi