Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

14.138 Φουρνίου δὲ οὐκ ἄρχοντος μὲν χειρῶν, ἀεὶ δʼ αὐτῷ παραστρατοπεδεύοντος σὺν ἱππεῦσι πολλοῖς καὶ σιτολογεῖν οὐκ ἐῶντος οὐδὲ προσποιεῖσθαι τὰς πόλεις, ὁ Πομπήιος ἱππέας οὐκ ἔχων ἐπεχείρησε τῷ τοῦ Φουρνίου στρατοπέδῳ κατὰ μέτωπον καὶ κατόπιν ἐκ περιόδου λαθών. ὅθεν ὁ Φούρνιος ἐς τὸν Πομπήιον ἐπεστραμμένος ὑπὸ τῶν ὄπισθεν ἐξεβλήθη τοῦ στρατοπέδου. καὶ φεύγοντας αὐτοὺς διὰ τοῦ Σκαμανδρίου πεδίου διώκων ὁ Πομπήιος ἔκτεινε πολλούς· καὶ γὰρ ἦν τὸ πεδίον ὑγρὸν ἐξ ὄμβρων. οἱ δὲ περισωθέντες τότε μὲν ὑπεχώρουν, οὐκ ὄντες ἀξιόμαχοι. προσδεχομένων δὲ ἀπό τε Μυσίας καὶ τῆς Προποντίδος καὶ ἑτέρωθεν, οἳ πενόμενοι διὰ τὰς συνεχεῖς εἰσφορὰς ἐμισθοφόρουν ἀσμένως τῷ Πομπηίῳ κατὰ δόξαν μάλιστα τῆς ἐν Ἀχαιῶν λιμένι γενομένης νίκης, ἱππικοῦ δʼ ἀπορῶν ὁ Πομπήιος, καὶ παρʼ αὐτὸ βλαπτόμενος ἐν ταῖς προνομαῖς, ἐπύθετο ἴλην ἱππέων Ἰταλικὴν ἐς Ἀντώνιον χωρεῖν, ὑπὸ Ὀκταουίας χειμεριζούσης ἐν Ἀθήναις ἀπεσταλμένην· καὶ εὐθὺς ἔπεμπέ τινας ἐς διαφθορὰν τῆς ἴλης μετὰ χρυσίου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi