Kitap 5
14.140
ὁ δʼ ἔρημος ὢν ἤδη φίλων ἐς τὰ μεσόγαια τῆς Βιθυνίας ἀνεχώρει, λεγόμενος ἐς Ἀρμενίους ἐπείγεσθαι. καὶ αὐτόν, νυκτὸς ἀναζεύξαντα ἀφανῶς, ἐδίωκεν ὅ τε Φούρνιος καὶ ὁ Τίτιος, καὶ ἐπʼ ἐκείνοις Ἀμύντας. συντόνῳ δὲ δρόμῳ περὶ ἑσπέραν καταλαβόντες ἐστρατοπέδευσαν ἕκαστος ἐφʼ ἑαυτοῦ περὶ λόφῳ τινί, ἄνευ τάφρου καὶ χάρακος, ὡς ἐν ἑσπέρᾳ καὶ κόπῳ. ὧδε δὲ αὐτοῖς ἔχουσιν ὁ Πομπήιος νυκτὸς ἐπέθετο πελτασταῖς τρισχιλίοις καὶ πολλοὺς ἔκτεινεν εὐναζομένους ἔτι καὶ ἀναπηδῶντας· οἱ δὲ καὶ γυμνοὶ πάμπαν αἰσχρῶς ἔφευγον. καὶ δοκεῖ τότε ὁ Πομπήιος ἅπαντι τῷ στρατῷ νυκτὸς ἐπελθὼν ἢ τῆς γε τροπῆς γενομένης ἐπαγαγὼν τάχʼ ἂν αὐτῶν ἐντελῶς ἐπικρατῆσαι. νῦν δʼ ὁ μὲν καὶ ταῦτα θεοῦ βλάπτοντος ὑπερεῖδε καὶ οὐδὲν ἐπʼ ἔργῳ τοιῷδε πλέον ἢ αὖθις ἐς τὸ μεσόγαιον ἐχώρει· οἱ δʼ ἁλισθέντες εἵποντο καὶ σιτολογοῦντα ἠνώχλουν, ἕως κινδυνεύων ὑπὸ τῆς ἀπορίας ἠξίωσεν ἐς λόγους ἐλθεῖν Φουρνίῳ, φίλῳ τε Μάγνου γεγενομένῳ καὶ ἀξιώσει προύχοντι τῶν ἄλλων καὶ βεβαιοτέρῳ τὸν τρόπον.
14.141
ποταμὸν δʼ ἐν μέσῳ λαβὼν ἔλεγε μὲν, ὅτι πρεσβεύσαιτο πρὸς Ἀντώνιον, ἐπετίθει δʼ, ὅτι τροφῶν ἐν τοσούτῳ δεόμενος καὶ ἀμελούμενος ὑπὸ αὐτῶν, τάδε ἐργάσαιτο. ὑμεῖς δὲ εἰ μὲν Ἀντωνίου γνώμῃ πολεμεῖτέ μοι, κακῶς ὁ Ἀντώνιος ὑπὲρ ἑαυτοῦ βουλεύεται, τὸν ἐπιόντα πόλεμον οὐ προορῶν· εἰ δὲ τὴν Ἀντωνίου γνώμην φθάνετε, μαρτύρομαι καὶ παρακαλῶ περιμεῖναι τὴν πρεσβείαν μου τὴν ἐς Ἀντώνιον ἀπεσταλμένην ἢ λαβόντας ἄγειν ἤδη πρὸς αὐτόν. ἐπιτρέψω δʼ ἐμαυτὸν ἐγὼ σοὶ μόνῳ, Φούρνιε, τοσοῦτον ἐς πίστιν αἰτήσας, ὅτι με σῶον ἄξεις ἐς Ἀντώνιον· ὁ μὲν οὕτως εἶπεν, Ἀντωνίῳ τε θαρρῶν ὡς ἀγαθῷ τὴν φύσιν καὶ μόνα τὰ ἐν μέσῳ δεδιώς· ὁ δὲ Φούρνιος αὐτὸν οὕτως ἠμείψατο·