Kitap 5
14.141
ἐπιτρέποντος μὲν ἦν ἑαυτὸν Ἀντωνίῳ χωρεῖν ἐς αὐτὸν ἐξ ἀρχῆς ἢ περιμένειν ἀτρεμοῦντα ἐν Μιτυλήνῃ τὰς ἀποκρίσεις, πολεμοῦντος δέ, ἃ πεποίηκας ἅπαντα· τί γὰρ αὐτὰ δεῖ πρὸς εἰδότα λέγειν; εἰ δὲ νῦν μετέγνωκας, μὴ συγκρούειν μὲν ἡμᾶς τοὺς στρατηγοὺς ἐς ἀλλήλους, Τιτίῳ δὲ σαυτὸν ἐπιτρέπειν· Τιτίῳ γὰρ ἐπιτέτραπται τὰ περὶ σὲ ὑπὸ Ἀντωνίου· καὶ πίστιν, ἣν αἰτεῖς παρʼ ἡμῶν, ἔνι σοι καὶ Τίτιον αἰτεῖν. κεκέλευσται δʼ ὑπὸ Ἀντωνίου πολεμοῦντα μέν σε κατακανεῖν, ἐγχειρίζοντα δὲ πέμπειν ἐς αὐτὸν ἐντίμως.
14.142
ὁ δὲ Πομπήιος Τιτίῳ μὲν ἀχαριστίας ὠργίζετο, τὸν πόλεμον τόνδε ὑποδεξαμέμῳ πολεμήσειν πρὸς αὐτόν· ἁλόντα γὰρ αὐτὸν αἰχμάλωτον περισεσώκει. ἐπὶ δὲ τῇ ὀργῇ καὶ ἠδόξει, Πομπήιος ὤν, ἐπὶ Τιτίῳ γενέσθαι, οὐκ ἐπιφανεῖ πάνυ ἀνδρί, καὶ ὑπώπτευεν αὐτὸν ὡς οὐ βέβαιον ἔς τε τὸν τρόπον ὑπονοῶν καί τινα συγγινώσκων ἐς αὐτὸν ὕβριν παλαιὰν πρὸ τῆς εὐεργεσίας. Φουρνίῳ δʼ αὖθις ἑαυτὸν ἐπέτρεπε καὶ δέξασθαι παρεκάλει. ὡς δʼ οὐκ ἔπειθεν, ὁ δὲ καὶ Ἀμύντᾳ ἔλεγεν ἑαυτὸν ἐπιτρέψειν. τοῦ Φουρνίου δὲ φήσαντος οὐδʼ Ἀμύνταν ἂν δέξασθαι τόδε ὕβριν ἔχον ἐς τὸν ἐξ Ἀντωνίου τὸ πᾶν ἐπιτετραμμένον, διελύθησαν. καὶ τοῖς μὲν ἀμφὶ τὸν Φούρνιον δόξα ἦν, ὅτι ὁ Πομπήιος ἐξ ἀπορίας τῶν παρόντων ἑαυτὸν ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἐκδώσει τῷ Τιτίῳ· ὁ δὲ νυκτὸς τὰ συνήθη πυρὰ καίεσθαι καταλιπὼν καὶ τοὺς σαλπιγκτὰς σημαίνειν τὰ διαστήματα τῆς νυκτός, ὥσπερ ἦν ἔθος, ἔλαθε μετὰ τῶν εὐζώνων ὑπεξελθὼν τοῦ στρατοπέδου, οἷς οὐδὲ αὐτοῖς προεῖπεν, οἷ χωρήσειν ἔμελλεν. ἐπενόει δʼ ἐπὶ θάλασσαν ἐλθὼν ἐμπρῆσαι τὸ τοῦ Τιτίου ναυτικόν. καὶ τάχα ἂν ἔδρασεν, εἰ μὴ Σκαῦρος αὐτομολήσας ἀπʼ αὐτοῦ τὴν μὲν ἔξοδον ἐμήνυσε καὶ τὴν ὁδόν, ἣν ἐφέρετο, τὴν δʼ ἐτίνοιαν οὐκ ᾔδει. τότε δὴ χιλίοις καὶ πεντακοσίοις ἱππεῦσιν Ἀμύντας ἐδίωκε τὸν Πομπήιον ἱππέας οὐκ ἔχοντα. καὶ ἐς τὸν Ἀμύνταν οἱ τοῦ Πομπηίου πλησιάσαντα μετεχώρουν, οἱ μὲν ἀποδιδράσκοντες, οἱ δὲ καὶ φανερῶς. μονούμενος οὖν ὁ Πομπήιος καὶ δεδιὼς ἤδη τὰ οἰκεῖα, ἑαυτὸν ἄνευ σπονδῶν ἐνεχείρισεν Ἀμύντᾳ, ὁ Τιτίῳ μετὰ σπονδῶν ἀδοξήσας.