Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

14.145 ἀλλὰ Πομπήιος μὲν ἐτεθνήκει, Ἀντώνιος δὲ αὖθις ἐς Ἀρμενίαν ἐστράτευε, καὶ ὁ Καῖσαρ ἐπὶ Ἰλλυριούς, οἳ τὴν Ἰταλίαν ἐλῄστευον, οἱ μὲν οὐχ ὑπακούσαντές πω Ῥωμαίων, οἱ δʼ ἐν τοῖς ἐμφυλίοις ἀποστάντες. καί μοι ἔδοξε τὰ Ἰλλυρικά, οὔτε ἀκριβῶς γενόμενά μοι γνώριμα οὔτε συντελοῦντα μῆκος ἰδίας συγγραφῆς οὔτε χώραν ἔχοντα ἑτέρωθι λεχθῆναι, τοῦ χρόνου, καθʼ ὃν ἐλήφθησαν, συνάγοντος αὐτὰ ἐς τέλος, προαναγράψαι καὶ ὑποθεῖναι αὐτὰ τῇ ὁμόρῳ Μακεδονικῇ.
← Önceki 107 / 107

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi