Kitap 5
4.31
καὶ ὁ μὲν τάδε εἰπών, ἡδομένων ἁπάντων καὶ ἡγουμένων ἤδη λελύσθαι τὴν τῶν τριῶν ἀρχήν, αὐτοκράτωρ ὑπὸ τοῦ δήμου προσαγορευθεὶς ἐπὶ τὸν Καίσαρα ἐχώρει καὶ στρατὸν ἤθροιζεν ἄλλον ἐκ τῶν ἀποικίδων Ἀντωνίου πόλεων καὶ αὐτὰς ἐκρατύνατο. αἱ δὲ διʼ εὐνοίας μὲν ἦσαν Ἀντωνίῳ, Βαρβάτιος δὲ ὁ Ἀντωνίου ταμίας, Ἀντωνίῳ τι προσκρούσας καὶ διὰ ταῦτʼ ἐπανιών, ἔλεγε πυνθανομένοις τὸν Ἀντώνιον χαλεπαίνειν τοῖς πολεμοῦσι τῷ Καίσαρι κατὰ τῆς κοινῆς σφῶν δυναστείας. καὶ οἱ μέν, ὅσοι μὴ τῆς ἐξαπάτης ᾔσθοντο τῆς Βαρβατίου, ἐς τὸν Καίσαρα ἀπὸ τοῦ Λευκίου μετετίθεντο· ὁ δὲ Λεύκιος ὑπήντα Σαλουιδιηνῷ μετὰ στρατοὺ πολλοῦ πρὸς Καίσαρα ἐκ Κελτῶν ἐπανιόντι. καὶ εἵποντο τῷ Σαλουιδιηνῷ Ἀσίνιός τε καὶ Οὐεντίδιος, Ἀντωνίου στρατηγοὶ καὶ οἵδε, κωλύοντες αὐτὸν ἐς τὸ πρόσθεν ἰέναι. Ἀγρίππας δέ, φίλτατος Καίσαρι, δείσας ἐπὶ τῷ Σαλουιδιηνῷ μὴ κυκλωθείη, Σούτριον κατέλαβε, χωρίον τι χρήσιμον τῷ Λευκίῳ, νομίσας τὸν Λεύκιον ἀπὸ τοῦ Σαλουιδιηνοῦ περισπάσειν ἐφʼ ἑαυτὸν καὶ οἷ τὸν Σαλουιδιηνὸν βοηθήσειν, κατόπιν τοῦ Λευκίου γενόμενον. καὶ τάδε μέν, ὡς προσεδόκησεν ὁ Ἀγρίππας, ἐγίγνετο ἅπαντα· ὁ δὲ Λεύκιος ἀποτυχὼν ὧν ἐπενόει, πρὸς Ἀσίνιον καὶ Οὐεντίδιον ᾔει, ἐνοχλούντων αὐτὸν ἑκατέρωθεν Σαλουιδιηνοῦ τε καὶ Ἀγρίππου καὶ φυλασσόντων, ὅτε μάλιστα περιλάβοιεν ἐν τοῖς στενοῖς.