Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

5.41 οἵδε οὖν οἱ τοῦ Καίσαρος ἐχθροί, τὴν ἰδίᾳ γενομένην ἔντευξιν τοῦ Φουρνίου ὑπονοοῦντες ἐπὶ σφίσι γενέσθαι, αὐτόν τε τὸν Φούρνιον ἐλοιδόρουν ἐπανελθόντα καὶ τὸν Λεύκιον ἠξίουν ἢ σπονδὰς αὖθις αἰτεῖν ὁμοίας ἅπασιν ἢ πολεμεῖν μέχρι θανάτου· οὐ γὰρ ἴδιόν τινι τὸν πόλεμον, ἀλλὰ κοινὸν ὑπὲρ τῆς πατρίδος γεγονέναι. καὶ ὁ Λεύκιος ἐπῄνει μὲν ἐλεῶν ἄνδρας ὁμοτίμους καὶ πέμψειν ἔλεγεν ἑτέρους, οὐδένα δὲ εἰπὼν ἀμείνονα ἔχειν ἑαυτοῦ, εὐθὺς ἄνευ κήρυκος ᾔει, προθεόντων αὐτοῦ δρόμῳ τῶν ἀπαγγελούντων Καίσαρι κατιέναι Λεύκιον. ὁ δὲ αὐτίκα ὑπήντα. ἑωρῶντο οὖν ἀλλήλοις ἤδη μετὰ τῶν φίλων καὶ περιφανεῖς ἦσαν ἀπὸ τῶν σημείων καὶ τῆς στολῆς οὔσης ἑκατέρῳ στρατηγικῆς. καὶ ὁ Λεύκιος ἀποθέμενος τοὺς φίλους ᾔει σὺν δύο ῥαβδούχοις μόνοις, ἐπιδεικνὺς ἅμα τὴν γνώμην ἀπὸ τοῦ σχήματος· καὶ ὁ Καῖσαρ συνεὶς ἀντεμιμεῖτο ἐς δεῖγμα καὶ ὅδε τῆς εἰς τὸν Λεύκιον εὐνοίας ἐσομένης· ὡς δὲ καὶ σπεύδοντα εἶδε τὸν Λεύκιον παρελθεῖν ἐς τὸ Καίσαρος χαράκωμα, ἵνα καὶ τῷδε φαίνοιτο ἑαυτὸν ἐπιτρέπων ἤδη, προλαβὼν ὁ Καῖσαρ ἐξῆλθε τοῦ χαρακώμακος, ἵνα ἐλεύθερον εἴη τῷ Λευκίῳ βουλεύεσθαί τε καὶ κρίνειν ἔτι περὶ αὑτοῦ. τοιάδε ἀλλήλοις προσιόντες ἀπό τε τῆς στολῆς καὶ τῶν σχημάτων προαπεδείκνυντο.
5.42 ὡς δὲ ἐπὶ τὴν τάφρον ἀφίκοντο, προσηγόρευσάν τε ἀλλήλους καὶ ὁ Λεύκιος ἔφη·
5.42 εἰ μὲν ξένος ὢν ἐπολέμησα, ὦ Καῖσαρ, αἰσχρὰν ἂν τὴν τοιαύτην ἧσσαν ἡγούμην καὶ αἰσχίονα ἔτι τὴν παράδοσιν· καὶ τῆσδε τῆς αἰσχύνης εἶχον ἀπαλλαγὴν εὔκολον παρʼ ἐμαυτοῦ. ἐπεὶ δὲ πολίτῃ διηνέχθην καὶ ὁμοτίμῳ καὶ ὑπὲρ τῆς πατρίδος, οὐκ αἰσχρὸν ἡγοῦμαι μετὰ τοιᾶσδε προφάσεως ὑπὸ τοιοῦδε ἡσσῆσθαι. καὶ τάδε λέγω οὐ παραιτούμενος παθεῖν, ὅ τι θέλοις ʽδιὰ γάρ σοι τοῦτο ἐς τὸ στρατόπεδον τὸ σὸν ἄνευ σπονδῶν ἱέμην̓, ἀλλʼ ἵνα τοῖς ἄλλοις αἰτήσω συγγνώμην δικαίαν τε καὶ τοῖς σοῖς πράγμασι συμφέρουσαν. δεῖ δέ με τοῦτο ἐπιδεικνύντα διελεῖν τὸν λόγον ὑπὲρ τε ἐκείνων καὶ ὑπὲρ ἐμαυτοῦ, ἵνα μόνον ἐμὲ τῶν γεγονότων αἴτιον ἐπιγνοὺς εἰς ἐμὲ τὴν ὀργὴν συναγάγῃς. μὴ νομίσῃς δὲ ἐλεγχθήσεσθαι μετὰ παρρησίας ʽἄκαιρον γάῤ, ἀλλὰ μετὰ ἀληθείας, ἧς οὐκ ἔνι μοι χωρὶς εἰπεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi