Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

5.45 ταῦτα μὲν ἔλεξαν ἀλλήλοις, ὡκ ἐκ τῶν ὑπομνημάτων ἦν ἐς τὸ δυνατὸν τῆσδε τῆς φωνῆς μεταβαλεῖν τεκμαιρομένῳ τῆς γνώμης τῶν λελεγμένων. καὶ διεκρίθησαν, ὁ μὲν Καῖσαρ ἐν ἐπαίνῳ καὶ θαύματι τὸν Λεύκιον ἔχων, οὐδὲν ὡς ἐν συμφοραῖς ἀγεννὲς οὐδʼ ἀσύνετον εἰπόντα, ὁ δὲ Λεύκιος τὸν Καίσαρα τοῦ τε ἤθους καὶ βραχυλογίας. οἱ λοιποὶ δʼ ἐτεκμαίροντο τῶν εἰρημένων ἐκ τῆς ὄψεως ἑκατέρων.
5.46 καὶ ὁ Λεύκιος ἔπεμπε τοὺς χιλάρχους τὸ σύνθημα τῷ στρατῷ ληψομένους παρὰ τοῦ Καίσαρος· οἱ δὲ ἔφερον αὐτῷ τὸν ἀριθμὸν τοῦ στρατοῦ, καθὰ καὶ νῦν ἔθος ἐστὶ τὸν αἰτοῦντα τὸ σύνθημα χιλίαρχον ἐπιδιδόναι τῷ βασιλεῖ βιβλίον ἐφήμερον τοῦ ἀριθμοῦ τοῦ παρόντος. οἱ μὲν δὴ τὸ σύνθημα λαβόντες τὰς φυλακὰς ἔτι διὰ χειρὸς εἶχον, οὕτω κελεύσαντος αὐτοῦ Καίσαρος, νυκτοφυλακεῖν ἑκατέρους τὰ ἴδια· ἅμα δὲ ἡμέρᾳ ὁ μὲν Καῖσαρ ἔθυεν, ὁ δὲ Λεύκιος αὐτῷ τὸν στρατὸν ἔπεμπε, τὰ μὲν ὅπλα φέροντα, ἐσκευα σμένον δʼ ὡς ἐν ὁδοιπορίᾳ. οἱ δὲ τὸν Καίσαρα πόρρωθεν ὡς αὐτοκράτορα ἠσπάσαντο καὶ ἔστησαν ἐν μέρει κατὰ τέλος, οὗ προσέταξεν ὁ Καῖσαρ, ἐφʼ ἑαυτῶν, οἵ τε κληροῦχοι καὶ οἱ νεοστράτευτοι κεχωρισμένοι. ὁ δὲ Καῖσαρ ἐκτελεσθείσης τῆς θυσίας στεψάμενος δάφνῃ, συμβόλῳ νίκης, προυκάθητο ἐπὶ βήματος καὶ προσέταξε μὲν ἅπασι θέσθαι τὰ ὅπλα, ἔνθα εἱστήκεσαν, θεμένων δὲ τοὺς κληρούχους, ἐκέλευσεν ἐγγυτέρω προσελθεῖν, διεγνωκὼς ἄρα ὀνειδίσαι τῆς ἀχαριστίας καὶ φοβῆσαι. προέγνωστο δὲ μέλλων ὧδε ποιήσειν, καὶ ὁ στρατὸς ὁ τοῦ Καίσαρος, εἴτε ἐξεπίτηδες, οἷα προδιδάσκονται πολλάκις, εἴτε ὑπὸ πάθους ὡς πρὸς οἰκείους ἄνδρας, ἀκρατεῖς τῆς δεδομένης σφίσι τάξεως γενόμενοι, προσιοῦσι τοῖς Λευκιανοῖς οἷα συνεστρατευμένοις ποτὲ περιχυθέντες ἠσπάζοντο καὶ συνέκλαιον καὶ τὸν Καίσαρα ὑπὲρ αὐτῶν παρεκάλουν καὶ οὔτε βοῶντες ἔτι ἐπαύοντο οὔτε συμπλεκόμενοι, κοινωνούντων ἑκατέροις τοῦ πάθους ἤδη καὶ τῶν νεοστρατεύτων· οὐδὲ ἦν τι διακεκριμένον ἔτι οὐδʼ εὔκριτον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi