Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

7.62 ὁ δέ σπένδεσθαι μέν, ἔφη, συνεχωρήσατε ἀλλήλοις, πρὸς οὓς ἂν ἐθέλητε· καὶ οὐδενὶ τῶν ἀνδροφόνων Ἀντώνιος ἐσπείσατο, οὐδὲν ἔλασσον ἢ αὐτὸς σὺ τὸν σὸν πατέρα τιμῶν. Ἀηνόβαρβος δὲ οὐκ ἔστι τῶν ἀνδροφόνων, ἡ δὲ ψῆφος αὐτῷ κατʼ ὀργὴν ἐπῆκται· οὐδὲ γὰρ τῆς βουλῆς πω τότε μετεῖχεν. εἰ δʼ ὡς φίλῳ Βρούτου μὴ συγγνῶναι νομίζοιμεν, οὐκ ἂν φθάνοιμεν ὀλίγου δεῖν ἅπασι χαλεπαίνοντες; Πομπηίῳ δὲ οὐ συνέθετο μὲν συμμαχήσειν ὁ Ἀντώνιος, πολεμούμενος δʼ ὑπὸ σοῦ προσλήψεσθαι σύμμαχον ἢ καὶ σοὶ συναλλάξειν, οὐδὲν ἀνήκεστον οὐδʼ ἐκεῖνον εἰργασμένον. σὺ δὲ καὶ τῶνδε τὴν αἰτίαν ἔχεις· εἰ γὰρ οὐκ ἐπολεμήθη κατὰ τὴν Ἰταλίαν, οὐδʼ ἂν οὗτοι πρεσβεύεσθαι ταῦτα πρὸς τὸν Ἀντώνιον ἐθάρρουν. καὶ ὁ Καῖσαρ ἔτι ἐπικαλῶν τὴν μὲν Ἰταλίαν, ἔφη, κἀμὲ σὺν αὐτῇ, Μανιος καὶ Φουλβία καὶ Αεύκιος ἐπολέμουν· ὁ δὲ Πομπήιος οὐ πρότερον, ἀλλὰ νῦν Ἀντωνίῳ θαρρῶν ἐπιβέβηκε τῆς παραλίου. καὶ ὁ Κοκκήιος οὐκ Ἀντωνίῳ θαρρῶν, εἶπεν, ἀλλὰ ὑπʼ Ἀντωνίου πεμφθείς. οὐ γὰρ ἐπικρύψω σε, ὅτι καὶ τὴν ἄλλην Ἰταλίαν ἐπιδραμεῖται ναυτικῷ πολλῷ ναυτικὸν οὐκ ἔχουσαν, εἰ μὴ διαλύσεσθε ὑμεῖς. ὁ δὲ Καῖσαρ (οὐ γὰρ ἀμελῶς ἤκουσε τοῦ τεχνάσματος) ἐπισχὼν ὀλίγον εἶπεν· ἀλλʼ οὐ χαιρήσει Πομπήιος, κακὸς κακῶς καὶ νῦν ἐκ Θουρίων ἐξελαθείς. καὶ ὁ Κοκκήιος τὰ ἀμφίλογα πάντα κατιδὼν ἐπῆγε τὸν Φουλβίας θάνατον καὶ τρόπον αὐτοῦ, ὅτι πρὸς τὴν ὀργὴν Ἀντωτίου δυσχεράνασά τε νοσήσειε καὶ τὴν νόσον ἐπιτρίψειεν ὑπὸ τῆς δυσθυμίας, οὐκ ἰδόντος αὐτὴν οὐδὲ νοσοῦσαν Ἀντωνίου, ὡς αἴτιον τῇ γυναικὶ θανάτου γενόμενον· ἐκποδὼν δὲ κἀκείνης γενομένης, οὐδενὸς ὑμῖν ἐνδεῖν ἔτι ἔφη πρὸς ἀλλήλους πλὴν ἀληθεῦσαι, περὶ ὧν ὑπενοήσατε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi