Kitap 5
8.67
Ῥωμαίους δʼ ὁ λιμὸς ἐπίεζεν, οὔτε τῶν ἑῴων ἐμπόρων ἐπιπλεόντων δέει Πομπηίου καὶ Σικελίας, οὔτε τῶν ἐκ δύσεως διὰ Σαρδὼ καὶ Κύρνον ἐχομένας ὑπὸ τῶν Πομπηίου, οὔτʼ ἐκ τῆς περαίας Λιβύης διὰ τοὺς αὐτοὺς ἑκατέρωθεν ναυκρατοῦντας. ἐπετίμητο δὴ πάντα, καὶ τῶνδε τὴν αἰτίαν ἐς τὴν ἔριν τῶν ἡγεμόνων ἀναφέροντες ἐβλασφήμουν αὐτοὺς καὶ ἐς διαλύσεις πρὸς Πομπήιον ἐπέσπερχον. οὐκ ἐνδιδόντος δὲ τοῦ Καίσαρος οὐδʼ ὥς, ὁ Ἀντώνιος αὐτὸν ἠξίου ταχύνειν γε τὸν πόλεμον διὰ τὴν ἀπορίαν. χρημάτων δʼ ἐς αὐτὸν οὐκ ὄντων προυτέθη διάγραμμα, εἰσφέρειν ἐπὶ μὲν τοῖς θεράπουσι τοὺς κεκτημένους ὑπὲρ ἑκάστου τὸ ἥμισυ τῶν πέντε καὶ εἴκοσι δραχμῶν ὡρισμένων ἐς τὸν πόλεμον τὸν Κασσίου τε καὶ Βρούτου, ἐσφέρειν δὲ καὶ μοῖραν τοὺς ἐκ διαθήκης τι καρπουμένους. τοῦτο τὸ γράμμα σὺν ὁρμῇ μανιώδει καθεῖλεν ὁ δῆμος ἀγανακτῶν, εἰ τὰ κοινὰ ταμιεῖα κεκενωκότες καὶ τὰ ἔθνη σεσυληκότες καὶ τὴν Ἰταλίαν αὐτὴν ἐσφοραῖς καὶ τέλεσι καὶ δημεύσεσι καταβαρήσαντες οὐκ ἐς πολέμους οὐδʼ ἐς ἐπίκτητον ἀρχήν, ἀλλʼ ἐς ἰδίους ἐχθροὺς ὑπὲρ οἰκείας δυναστείας, ὑπὲρ ἧς δὴ καὶ προγραφὰς καὶ σφαγὰς καὶ λιμὸν ἐκ τῶνδε πανώδυνον γεγονέναι, ἔτι καὶ τὰ λοιπὰ περιδύοιεν αὑτούς.