Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

8.73 ἐς ταῦτα συνέβησαν καὶ ταῦτα συνεγράψαντο καὶ ἐσημήναντο καὶ ταῖς ἱεραῖς παρθένοις φυλάσσειν ἔπεμψαν ἐς Ῥώμην. ἐξένιζον δʼ ἀλλήλους αὐτίκα, περὶ τῆς τάξεως διαλαχόντες, πρῶτος μὲν ἐπὶ ἑξήρους Πομπήιος περιωρμις μένης ἐς τὸ χῶμα, ταῖς δὲ ἑξῆς Ἀντώνιός τε καὶ Καῖσαρ, σκηνοποιησάμενοι καὶ οἵδε ἐπὶ τοῦ χώματος, πρόφασιν μὲν ὡς ἅπαντες ἐπὶ ἀκτῆς ἑστιῷντο, τάχα δʼ ἐς ἀσφάλειαν ἀνύποπτον. οὐδὲ γὰρ οὐδʼ ὣς εἶχον ἀμελῶς, ἀλλʼ αἵ τε νῆες αὐτοῖς παρώρμουν, καὶ οἱ φύλακες περιειστήκεσαν, καὶ οἱ περὶ τὸ δεῖπνον αὐτὸ ἀφανῶς εἶχον ὑπεζωσμένα ξιφίδια. λέγεται δὲ Μηνόδωρος ἑστιωμένων ἐν τῇ νηὶ τῶν ἀνδρῶν πέμψαι Πομπηίῳ, προτρέπων αὐτὸν ἐπιθέσθαι τοῖς ἀνδράσι καὶ τίσασθαι μὲν τῆς ἐς τὸν πατέρα καὶ τὸν ἀδελφὸν ἁμαρτίας, ἀναλαβεῖν δὲ τὴν ἀρχὴν τὴν πατρῴαν διʼ ὀξυτάτης ἀφορμῆς· ἐπιμελήσεσθαι γὰρ αὐτὸς ἐν ταῖς ναυσὶν ὢν μηδένα διαφυγεῖν. ὁ δʼ ἀποκρίνασθαι τοῦ γένους ἅμα καὶ τῆς χρείας ἀξίως· εἴθε Μηνόδωρον ἦν ἐργάσασθαι ταῦτα χωρὶς ἐμοῦ· Μηνοδώρῳ γὰρ ἁρμόζειν ἐπιορκεῖν, οὐ Πομπηίῳ. ἥρμοσαν δʼ ἐν τῷδε τῷ δείπνῳ τὴν Πομπηίου θυγατέρα, Λίβωνος οὖσαν θυγατριδῆν, Μαρκέλλῳ τῷ προγόνῳ μὲν Ἀντωνίου, ἀδελφιδῷ δὲ Καίσαρος. ἀπέφηναν δὲ τῆς ἐπιούσης ὑπάτους ἐς τετραετὲς Ἀντώνιον μὲν καὶ Λίβωνα πρώτους, ἀντικαθιστάντος ὅμως Ἀντωνίου, ὃν ἂν βούλοιτο, ἐπὶ δʼ ἐκείνοις Καίσαρά τε καὶ Πομπήιον, εἶτα Ἀηνόβαρβον καὶ Σόσιον, εἶτʼ αὖθις Ἀντώνιόν τε καὶ Καίσαρα, τρίτον δὴ τότε μέλλοντας ὑπατεύσειν καὶ ἐλπιζομένους τότε καὶ ἀποδώσειν τῷ δήμῳ τὴν πολιτείαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi