Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

8.74 τάδε μὲν ἔπραξαν, καὶ διακριθέντες ἀλλήλων ὁ μὲν ἐς Σικελίαν ἔπλει, Καῖσαρ δὲ καὶ Ἀντώνιος ὥδευον ἐς Ῥώμην. πυθόμεναι δὲ ἥ τε πόλις καὶ ἡ Ἰταλία, ἐπαιάνιζον αὐτίκα ἅπαντες ὡς ἐπὶ εἰρήνῃ, πολέμου τε ἀπαλλαγέντες ἐπιχωρίου καὶ ξεναγήσεως υἱῶν καὶ φρουρῶν ὕβρεως καὶ θεραπόντων αὐτομολίας καὶ λεηλασίας πεδίων καὶ γεωργίας ἀργίας, ὑπὲρ ἅπαντα δὲ τοῦ λιμοῦ, πιέσαντος αὐτοὺς ἐς ἔσχατον, ὥστε παροδεύουσιν αὐτοῖς οἷα σωτῆρσιν ἐγίγνοντο θυσίαι· καὶ τὸ ἄστυ ἔμελλεν ὑποδέξεσθαι περιφανῶς, εἰ μὴ νυκτός, ἐκκλίνοντες τὸ φορτικόν, ἔλαθον ἐς τὴν Ῥώμην ἐσελθόντες. μόνοι δὲ ἤχθοντο, ὅσοι τὰ τῶν ἐλευσομένων σὺν Πομπηίῳ χωρία κεκληρουχήκεσαν, ἡγούμεναι σφίσι τοὺς γεωμόρους ἀδιαλλάκτους ἐχθροὺς παροικήσειν καί, εἴ ποτε δυνηθεῖεν, ἐπιθήσεσθαι. οἱ δʼ ἀμφὶ τὸν Πομπήιον φυγάδες αὐτίκα, χωρὶς ὀλίγων, οἱ πλείους ἐν τῇ Δικαιαρχείᾳ τὸν Πομπήιον ἀσπασάμενοι κατέπλεον ἐς τὴν Ῥώμην. καὶ ἑτέρα τοῦ πλήθους ἦν ἡδονὴ καὶ βοαὶ ποικίλαι, τοσῶνδε οὕτως ἐπιφανῶν ἐξ ἀέλπτου περισεσωσμένων.
8.75 ἐπὶ δὲ τούτοις ὁ μὲν Καῖσαρ ἐς τὴν Κελτικὴν ἐξώρμα ταρασσομένην, ὁ δὲ Ἀντώνιος ἐπὶ τὸν πόλεμον τῶν Παρθυαίων. καὶ αὐτῷ τῆς βουλῆς ψηφισαμένης εἶναι κύρια, ὅσα ἔπραξέ τε καὶ πράξει, αὖθις στρατηγοὺς πανταχῇ περιέπεμπε καὶ τἆλλα ὡς ἐπενόει πάντα διεκόσμει. ἵστη δέ πῃ καὶ βασιλέας, οὓς δοκιμάσειεν, ἐπὶ φόροις ἄρα τεταγμένοις, Πόντου μὲν Δαρεῖον τὸν Φαρνάκους τοῦ Μιθριδάτου, Ἰδουμαίων δὲ καὶ Σαμαρέων Ἡρῴδην, Ἀμύνταν δὲ Πισιδῶν καὶ Πολέμωνα μέρους Κιλικίας καὶ ἑτέρους ἐς ἕτερα ἔθνη. τὸν δὲ στρατόν, ὅσος ἔμελλεν αὐτῷ συγχειμάσειν, περιουσιάσαι τε βουλόμενος καὶ γυμάσαι, τοὺς μὲν αὐτῶν ἐπὶ Παρθηνοὺς ἔπεμπεν, Ἰλλυρικὸν ἔθνος Ἐπιδάμνῳ πάροικον, προθυμοτάτους γενομένους Βρούτῳ, τοὺς δʼ ἐπὶ Δαρδανέας, ἕτερον Ἰλλυριῶν γένος, αἰεὶ Μακεδονίαν ἐπιτρέχοντας· τοὺς δʼ ἐν Ἠπείρῳ μένειν ἐκέλευεν, ὡς ἂν ἐν κύκλῳ πάντας ἔχῃ, μέλλων αὐτὸς ἐν Ἀθήναις χειμάσειν. ἔπεμπε δὲ καὶ Φούρνιον ἐς Λιβύην, τὰ ὑπὸ Σεξστίῳ τέλη τέσσαρα ἄξοντα ἐπὶ Παρθυαίους· οὐ γάρ πω πέπυστο αὐτὰ Λέπιδον ἀφῃρῆσθαι Σεξστίου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi