Kitap 5
9.78
ὅσοι δὲ τῶν ἐπιφανῶν ἦσαν ἔτι παρὰ τῷ Πομπηίῳ, ὁρῶντες αὐτὸν αἰεὶ πειθόμενον τοῖς ἀπελευθέροις, διέφθειραν ἐνίους τῶν ἀπελευθέρων, εἴτε ἀπὸ σφῶν αὐτῶν εἴτε ἐς χάριν Καίσαρος, ἐξοτρύνειν ἐπὶ Μηνοδώρῳ, Κύρνου καὶ Σαρδοῦς ἔτι ἄρχοντι, τὸν δεσπότην. οἱ δὲ καὶ αὐτοὶ φθόνῳ τῆς Μηνοδώρου δυνάμεως ἑκόντες ἐποίουν. καὶ Πομπήιος μὲν ἐς ἀλλοτρίωσιν ὑπήγετο τοῦ Μηνοδώρου, τῶν δʼ αὐτῶν ἡμερῶν Φιλάδελφος, ὁ Καίσαρος ἀπελεύθερος, πρὸς τὸν Μηνόδωρον διέπλευσε σίτου κομιδῆς οὕνεκα καὶ Μικυλίων ὁ πιστότατος τῷ Μηνοδώρῳ πρὸς Καίσαρα περὶ αὐτομολίας τοῦ Μηνοδώρου· ὑπισχνεῖτο δὲ ἐγχειριεῖν Σαρδὼ καὶ Κύρνον καὶ τρία τέλη στρατοῦ καὶ ψιλῶν πλῆθος ἕτερον. καὶ τόδε ὂν ἔργον εἴτε Φιλαδέλφου εἴτε τῶν ἐς Μηνόδωρον παρὰ Πομπηίου διαβολῶν, ὁ Καῖσαρ οὐκ εὐθὺς μέν, ἐδέξατο δʼ ὅμως, ἡγούμενος ἔργῳ τὴν εἰρήνην λελύσθαι. καὶ Ἀντώνιον ἐξ Ἀθηνῶν ἐς τὸ Βρεντέσιον ἐς ἡμέραν ῥητὴν παρεκάλει, συμβουλευσόμενος αὐτῷ περὶ τοῦδε τοῦ πολέμου· ναῦς τε μακρὰς ἐκ Ῥαβέννης καὶ στρατὸν ἐκ τῆς Κελτικῆς καὶ παρασκευὴν ἄλλην ἐς τὸ Βρεντέσιον καὶ ἐς Δικαιάρχειαν ὀξέως περιέπεμπεν, ὡς ἑκατέρωθεν ἐπιπλευσούμενος τῇ Σικελίᾳ, ἢν Ἀντωνίῳ συνδοκῇ.
9.79
ὁ δὲ ἦλθε μὲν ἐς τὴν τεταγμένην ἡμέραν σὺν ὀλίγοις, Καίσαρα δὲ οὐχ εὑρὼν οὐ περιέμεινεν, εἴτε τὴν γνώμην τοῦ πολέμου μεμψάμενος ὡς παράσπονδον εἴτε τὴν Καίσαρος παρασκευὴν ἰδὼν πολλὴν οὖσαν ʽοὐ γάρ ποτε αὐτοὺς ἀνέπαυε φόβων ἡ τῆς μοναρχίας ἐπιθυμίἀ, εἴτε τι σημεῖον δειδισάμενος. τῶν γὰρ περικοιμωμένων αὐτοῦ τῇ σκηνῇ πρὸς θηρίων τις εὑρέθη δεδαπανημένος, ἄνευ τοῦ προσώπου μόνου, καθάπερ ἐς ἐπίδειξιν παραλελειμμένου, οὔτε τι βοήσας οὔτε τινὸς τῶν συναναπαυομένων ᾐσθημένου· καὶ λύκον ἔλεγον οἱ Βρεντέσιοι πρὸ ἕω φανῆναι τῶν σκηνωμάτων ἐκθέοντα. ἔγραφέ γε μὴν τῷ Καίσαρι μὴ λύειν τὰ συγκείμενα καὶ ἠπείλει Μηνόδωρον ἀπάξειν ὡς ἑαυτοῦ δραπέτην· γεγένητο γὰρ Πομπηίου Μάγνου, τὴν δὲ τοῦ Μάγνου περιουσίαν ὁ Ἀντώνιος ἐώνητο νόμῳ πιπρασκομένην ὡς πολεμίου.