Kitap 5
9.87
τοῦτο μὲν δὴ συγκύρημα τοῖς ὑπολοίποις ἐκ τοῦ τέως ἀχρείου χρηστὸν ἐπιγίγνεται· νυκτὸς δὲ ἐπιλαβούσης οἱ μὲν ἐκ τῶν νεῶν ἐκπεσόντες ἐς τὰ ὄρη συνέφευγον καὶ πυρὰ πολλὰ ἔκαιον σύμβολα τοῖς ἔτι οὖσιν ἐν τῇ θαλάσσῃ καὶ διενυκτέρευον οὕτως ἄσιτοι καὶ ἀθεράπευτοι καὶ πάντων ἐνδεεῖς. καὶ αὐτοὺς ὁ Καῖσαρ, ὁμοίως ἔχων, παρεκάλει περιθέων ἐς τὴν ἕω κακοπαθῆσαι. ταλαιπωρουμένῳ δὲ αὐτῷ περὶ ταῦτα Καλουίσιος μὲν οὐδʼ ὣς ἐγιγνώσκετο προσπλέων, οὐδὲ ἀπὸ τῶν νεῶν τι χρηστὸν ἐγίγνετο, ἀσχολουμένων περὶ τὰ ναυάγια· ὑπὸ δὲ ἑτέρου δαίμονος ἀγαθοῦ τὸ τρισκαιδέκατον τέλος ἐπλησίαζε διὰ τῶν ὀρῶν καὶ περὶ τοῦ κακοῦ πυθόμενοι τοὺς κρημνούς, τῷ πυρὶ περὶ τῆς ὁδοῦ τεκμαιρόμενοι, διέδραμον καὶ καταλαβόντες τὸν αὐτοκράτορα σφῶν καὶ τοὺς συμφυγόντας ὧδε ἔχοντας καμάτου καὶ τροφῶν ἀπορίας ἐθεράπευον, ἄλλους ἄλλῃ διαλαβόντες, οἱ δὲ ταξίαρχοι τὸν αὐτοκράτορα ἐς αὐτοσχέδιον σκηνὴν ἐσαγαγόντες, οὐδενὸς τῶν οἰκετῶν αὐτῷ θεραπευτήρων παρόντων, ὡς ἐν νυκτὶ καὶ τοσῷδε ταράχῳ διερριμμένων. περιπέμψας δʼ εὐθὺς πανταχῇ τοὺς ἐξαγγελοῦντας, ὅτι σῴζοιτο, πυνθάνεται Καλουίσιον σὺν ταῖς πρόπλοις καταπλέοντα καὶ ὡς ἐπὶ δύο χρηστοῖς καὶ ἀδοκήτοις ἀνεπαύετο.
10.88
ἅμα δʼ ἡμέρᾳ τὴν θάλασσαν ἐφορῶν ἐθεᾶτο ναῦς ἐμπεπρησμένας τε καὶ ἡμιφλέκτους ἔτι καὶ ἡμικαύστους ἄλλας τε λελυμασμένας ἱστίων τε ὁμοῦ καὶ πηδαλίων καὶ σκευῶν ἔμπλεων τὸ πέλαγος καὶ τῶν ἔτι σῳζομένων τὰ πολλὰ πεπονηκότα. προστησάμενος οὖν τὸν Καλουισίου στόλον, ἐπεσκεύαζε τὰ ἐπείγοντα· τῶν σκαφῶν πλαγιάσας, ἠρεμούντων καὶ τῶν πολεμίων, εἴτε διὰ Καλουίσιον εἴτε αὖθις ἀναγομένοις ἐπιθέσθαι διεγνωκότων. ὧδε δὲ ἐχόντων ἑκατέρων, ἐκ μέσης ἡμέρας νότος ἐμπεσὼν ἤγειρε κῦμα βίαιον ἐν ῥοώδει καὶ στενῷ χωρίῳ. Πομπήιος μὲν οὖν ἐν Μεσσήνῃ λιμένων ἔνδον ἦν, αἱ δὲ τοῦ Καίσαρος νῆες αὖθις περὶ τραχεῖαν ἀκτὴν καὶ δύσορμον ἀρασσόμεναι ταῖς τε πέτραις καὶ ἀλλήλαις ἐπεφέροντο, οὐδὲ τῶν πληρωμάτων σφίσιν ὥστε διακρατεῖν ἐντελῶν ὄντων.