Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

10.90 οἰμωγαί τε ἀνὰ τὴν νύκτα πᾶσαν ἦσαν καὶ τῶν οἰκείων μετακλήσεις ἀνά τε τὴν γῆν διαθεόντων καὶ τοὺς ἐν τῇ θαλάσσῃ καλούντων ἐξ ὀνόματος καὶ θρηνούντων, ὅτε μὴ ἐπακούσειαν, ὡς ἀπολωλότας· ἔμπαλίν τε ἑτέρων ἀνὰ τὸ πέλαγος ὑπερκυπτόντων τὸ κῦμα καὶ ἐς βοήθειαν τοὺς ἐν τῇ γῇ παρακαλούντων. ἀμήχανα δὲ πάντα ἦν ἑκατέροις· καὶ οὐχ ἡ θάλασσα μόνη τοῖς ἐς αὐτὴν ἐσελθοῦσιν καὶ ὅσοι τῶν νεῶν ἐπεβεβήκεσαν ἔτι, ἀλλὰ καὶ ἡ γῆ τοῦ κλύδωνος οὐχ ἧσσον ἦν ἀπορωτέρα, μὴ σφᾶς τὸ κῦμα συναράξειεν ἐπὶ τὰς πέτρας. ἐμόχθουν τε χειμῶνι τῶν πώποτε μάλιστα καινοτρόπῳ, γῆς ὄντες ἀγχοτάτω καὶ τὴν γῆν δεδιότες καὶ οὔτε ἐκφυγεῖν αὐτὴν ἔχοντες ἐς τὸ πέλαγος οὔτε ὅσον ἀλλήλων διαστῆναι· ἡ γὰρ στενότης ἡ τοῦ χωρίου καὶ τὸ φύσει δυσέξοδον αὐτοῦ καὶ κλύδων ἐπιπεσὼν καὶ τὸ πνεῦμα, ὑπὸ τῶν περικειμένων ὀρῶν ἐς θυέλλας περικλώμενον, καὶ ὁ τοῦ βυθοῦ σπασμὸς ἐπὶ πάντα εἱλούμενος οὔτε μένειν οὔτε φεύγειν ἐπέτρεπε· τό τε σκότος ἠνώχλει νυκτὸς μάλιστα μελαίνης· ὅθεν ἔθνῃσκον οὐδὲ καθορῶντες ἀλλήλους ἔτι, οἱ μὲν θορυβούμενοι καὶ βοῶντες, οἱ δʼ ἐφʼ ἡσυχίας παριέμενοι καὶ τὸ δεινὸν ἐκδεχόμενοι καὶ συνεργοῦντες ἐς αὐτὸ ἔνιοι ὡς ἀπολούμενοι πάντως. γενόμενον γὰρ τὸ κακὸν κρεῖσσον ἐπινοίας καὶ τὴν ἐκ τῶν παραλόγων αὐτοὺς ἐλπίδα ἀφῃρεῖτο, μέχρι ποτὲ ἄφνω τὸ πνεῦμα προσιούσης ἡμέρας διελύετο καὶ μεθʼ ἡλίου ἐπιτολὴν πάμπαν ἐμαραίνετο. καὶ τὸ κῦμα ὅμως καὶ τότε, τοῦ πνεύματος ἐκλυθέντος, ἐπὶ πολὺ ἐτραχύνετο. καὶ τὸ δεινὸν οὐδʼ ὑπὸ τῶν ἐγχωρίων ποτὲ τηλικοῦτον ἐμνημονεύετο γενέσθαι· γενόμενον δὲ ἔθους τε καὶ νόμου κρεῖσσον διέφθειρε τῶν Καίσαρος νεῶν καὶ ἀνδρῶν τὸ πλέον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi