Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

10.94 κατὰ δαίμονα δʼ ἀμφοτέρων προσιόντων τῷ ῥεύματι, Ἀντώνιος ἐκ τῆς ἀπήνης καταθορὼν ἔς τι τῶν παρορμούντων σκαφῶν ἐσήλατο μόνος καὶ ἐπέρα πρὸς τὸν Καίσαρα, πιστεύον ὡς φίλῳ. καὶ ὁ Καῖσαρ ἰδὼν ἀντεμιμεῖτο, καὶ ξυμβάλλουσιν ἀλλήλοις κατὰ τὸ ῥεῦμα καὶ διήριζον, ἑκάτερος ἐκβῆναι βουλόμενος ἐς τὴν ὄχθην τοῦ ἑτέρου. ἐνίκα δὲ ὁ Καῖσαρ, ὡς καὶ πρὸς τὴν Ὀκταουίαν ἥξων ἐς Τάραντα, ἐπί τε τῆς ἀπήνης Ἀντωνίου συνήδρευεν αὐτῷ καὶ ἐν Τάραντι ἐς τὴν καταγωγὴν αὐτοῦ παρῆλθέ τε ἀφύλακτος καὶ τὴν νύκτα ὁμοίως ἀνεπαύετο χωρὶς δορυφόρων παρʼ αὐτῷ. τὰ δʼ ὅμοια καὶ παρʼ Ἀντωνίου τῆς ἐπιούσης ἐπεδείκνυτο. οὕτως αὐτοῖς ἦν συνεχὴς ἡ μεταβολή, πρός τε τὰς ὑπονοίας διὰ φιλαρχίαν καὶ ἐς τὰς πίστεις ὑπὸ χρείας.
10.95 τὸν μὲν οὖν ἐπίπλουν τὸν ἐπὶ Πομπήιον ὁ Καῖσαρ ἐς νέωτα ἀνεβάλλετο· ὁ δʼ Ἀντώνιος ἐπιμένειν διὰ Παρθυαίους οὐ δυνάμενος, ἀντέδοσαν ὅμως ἀλλήλοις, Καίσαρι μὲν ὁ Ἀντώνιος ναῦς ἑκατὸν εἴκοσιν, ἃς αὐτίκα πέμψας εἰς Τάραντα παρέδωκεν, Ἀντωνίῳ δὲ ὁ Καῖσαρ δισμυρίους Ἰταλοὺς ὁπλίτας, οὓς ἐπιπέμψειν ὑπισχνεῖτο· ἐδωρήσατο δὲ καὶ Ὀκταουία τὸν ἀδελφόν, αἰτήσασα παρʼ Ἀντωνίου, δέκα φασήλοις τριηριτικοῖς, ἐπιμίκτοις ἔκ τε φορτίδων νεῶν καὶ μακρῶν, καὶ τὴν Ὀκταουίαν ὁ Καῖσαρ χιλίοις λογάσι σωματοφύλαξιν, οὓς ἐπιλέξαιτο Ἀντώνιος. ἐπεὶ δὲ ὁ χρόνος αὐτοῖς ἔληγε τῆς ἀρχῆς, ἣ τοῖς τρισὶν ἐψήφιστο ἀνδράσιν, ἑτέραν ἑαυτοῖς ὥριζον πενταετίαν, οὐδὲν ἔτι τοῦ δήμου δεηθέντες. οὕτω μὲν οὖν διεκρίθησαν ἀπʼ ἀλλήλων, καὶ ὁ Ἀντώνιος εὐθὺς ἐς τὴν Συρίαν ἠπείγετο, τὴν Ὀκταουίαν παρὰ τῷ ἀδελφῷ καταλιπὼν μετὰ θυγατρὸς ἤδη γενομένης αὐτοῖς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi