Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

10.96 Μηνόδωρος δέ, εἴτε τις ὢν φύσει παλιμπροδότης εἴτε δείσας τήν ποτε ἀπειλὴν Ἀντωνίου, ἀπάξειν αὐτὸν εἰπόντος ὡς ἀνδράποδον πολεμοποιόν, εἴτε ἐλασσόνων ἀξιοῦσθαι νομίζων παρʼ ἃ προσεδόκησεν, εἴτε τῶν ἄλλων αὐτὸν ἐξελευθέρων τοῦ Πομπηίου συνεχῶς ὀνειδιζόντων ἐς ἀπιστίαν δεσπότου καὶ παρακαλούντων ἐπανελθεῖν Μενεκράτους ἀποθανόντος, πίστιν αἰτήσας καὶ λαβὼν ηὐτομόλησε πρὸς Πομπήιον σὺν ἑπτὰ ναυσί, Καλουίσιον τὸν ναύαρχον τοῦ Καίσαρος διαλαθών. ἐφʼ ᾧ τὸν Καλουίσιον ὁ Καῖσαρ ἀπέλυσε τῆς ναυαρχίας καὶ ἀντικατέστησεν Ἀγρίππαν.
10.96 ἐπεὶ δʼ ἕτοιμος ἦν ὁ στόλος, ἐκάθαιρεν αὐτὸν ὁ Καῖσαρ ὧδε. οἱ μὲν βωμοὶ ψαύουσι τῆς θαλάσσης, καὶ ἡ πληθὺς αὐτοὺς περιέστηκε κατὰ ναῦν μετὰ σιωπῆς βαθυτάτης· οἱ δὲ ἱερουργοὶ θύουσι μὲν ἑστῶτες ἐπὶ τῇ θαλάσσῃ καὶ τρὶς ἐπὶ σκαφῶν περιφέρουσιν ἀνὰ τὸν στόλον τὰ καθάρσια, συμπεριπλεόντων αὐτοῖς τῶν στρατηγῶν καὶ ἐπαρωμένων ἐς τάδε τὰ καθάρσια, ἀντὶ τοῦ στόλου, τὰ ἀπαίσια τραπῆναι. νείμαντες δὲ αὐτά, μέρος ἐς τὴν θάλασσαν ἀπορρίπτουσι καὶ μέρος ἐς τοὺς βωμοὺς ἐπιθέντες ἅπτουσι, καὶ ὁ λεὼς ἐπευφημεῖ. οὕτω μὲν Ῥωμαῖοι τὰ ναυτικὰ καθαίρουσιν.
11.97 ἔμελλε δʼ ὁ μὲν Καῖσαρ ἐκ Δικαιαρχείας, ὁ δὲ Λέπιδος ἐκ Λιβύης, Ταῦρος δʼ ἐκ Τάραντος ἐπιπλευσεῖσθαι τῇ Σικελίᾳ, ὡς ἂν αὐτὴν ἐξ ἠοῦς ὁμοῦ καὶ δύσεως καὶ μεσημβρίας περιλάβοιεν. καὶ τῆς ἀναγωγῆς τοῦ Καίσαρος ἡ ἡμέρα προείρητο πᾶσι, καὶ ἦν δεκάτη τροπῶν θερινῶν, ἥν τινα Ῥωμαῖοι νουμηνίαν ἔχουσι τοῦ μηνός, ὃν ἐπὶ τιμῇ τοῦ Καίσαρος τοῦ προτέρου Ἰούλιου ἀντὶ Κυιντιλίου καλοῦσι. τήνδε μὲν ὁ Καῖσαρ ὥρισε τὴν ἡμέραν, αἰσιούμενος ἴσως διὰ τὸν πατέρα νικηφόρον αἰεὶ γενόμενον· ὁ δὲ Πομπήιος Λεπίδῳ μὲν ἀντέταττε Πλένιον ἐι Λιλυβαίῳ, τέλος ὁπλιτῶν ἔχοντα καὶ ἄλλο πλῆθος ἐσκευασμένον κούφως, τὴν δὲ πρὸς ἕω καὶ δύσιν ἀκτὴν τῆς Σικελίας πᾶσαν ἐφρούρει, καὶ νήσους μάλιστα Λιπάραν τε καὶ Κοσσύραν, ἵνα μήτε Κοσσύρα Λεπίδῳ μήτε Λιπάρα Καίσαρι ἐνορμίσματα ἢ ναύσταθμα γένοιτο εὔκαιρα ἐπὶ τῇ Σικελίᾳ. τὸ δʼ ἄριστον τοῦ ναυτικοῦ ἐν Μεσσήνῃ συνεῖχεν ἐπεδρεῦον ὅπῃ δεήσειεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi