Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

11.103 ἑτοίμου δὲ τοῦ στόλου γενομένου, αὖθις ὁ Καῖσαρ ἀνήγετο καὶ ἐς Ἱππώνειον παραπλεύσας δύο μὲν τέλη πεζῶν Μεσσάλαν ἔχοντα περᾶν ἐκέλευσεν ἐς Σικελίαν ἐπὶ τὸ Λεπίδου στρατόπεδον καὶ σταθμεύειν ἐς τὸν κόλπον διελθόντα τὸν εὐθὺ Ταυρομενίου, τρία δʼ ἔπεμπεν ἐπὶ Στυλίδα καὶ πορθμὸν ἄκρον ἐφεδρεύειν τοῖς ἐσομένοις· ταῦρον δʼ ἐς τὸ Σκυλάκιον ὄρος, ὃ πέραν ἐστὶ Ταυρομενίου, περιπλεῖν ἐκ Τάραντος ἐκέλευε. καὶ ὁ μὲν περιέπλει διεσκευασμένος ἐς μάχην ὁμοῦ καὶ εἰρεσίαν· καὶ τὰ πεζὰ αὐτῷ παρωμάρτει, προερευνώντων τήν τε γῆν ἱππέων καὶ λιβυρνίδων τὴν θάλασσαν. καὶ ὁ Καῖσαρ ὧδε ἔχοντι ἐξ Ἱππωνείου ἐπιδραμὼν ἐπιφαίνεται κατὰ τὸ Σκυλάκιον, καὶ τὴν εὐταξίαν ἀποδεξάμενος ἐπανῆλθεν ἐς τὸ Ἱππώνειον. ὁ δὲ Πομπήιος, ὥς μοι προείρηται, τάς τε ἐς τὴν νῆσον ἀποβάσεις ἐφύλασσεν ἁπάσας καὶ τὰς ναῦς ἐν Μεσσήνῃ συνεῖχεν ὡς βοηθήσων, ὅποι δεήσειεν.
11.104 καὶ οἱ μὲν ἐν τούτῳ παρασκευῆς ἦσαν, Λεπίδῳ δὲ αὖθις ἐκ Λιβύης ἦγον αἱ ὁλκάδες τὰ λοιπὰ τοῦ στρατοῦ τέλη τέσσαρα. καὶ αὐταῖς ὑπήντα πελάγιος ἐκ Πομπηίου Παπίας καὶ διέφθειρεν ὡς φιλίους δεχομένας· ᾤοντο γὰρ σφίσι τὰς Λεπίδου συναντᾶν. αἱ δὲ βραδέως τε ὑπὸ τοῦ Λεπίδου καθείλκοντο, καὶ ὕστερον αὐτὰς προσιούσας αἱ ὁλκάδες ὡς καὶ τάσδε ἄλλας πολεμίας ἐξέκλιναν, ἕως αἱ μὲν ἐκαύθησαν, αἱ δʼ ἐλήφθησαν, αἱ δʼ ἀνετράπησαν, αἱ δʼ ἐς Λιβύην ἀνέπλευσαν. τοῦ δὲ στρατοῦ δύο μὲν τέλη διώλετο ἐν τῇ θαλάσσῃ, καί, εἴ τινες αὐτῶν ἐξενήχοντο, καὶ τούσδε Τισιηνὸς ὁ τοῦ Πομπηίου στρατηγὸς ἐκνέοντας ἐπὶ τὴν γῆν διέφθειρεν· οἱ δὲ λοιποὶ πρὸς Λέπιδον κατήχθησαν, οἱ μὲν αὐτίκα, οἱ δʼ ὕστερον. καὶ Παπίας ἀπέπλευσε πρὸς Πομπήιον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi