Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

1.10 καὶ δοκεῖ τόδε τὸ ἔργον Ἀντωνίῳ τὸν μετʼ οὐ πολὺ Παρθυικὸν πόλεμον ἐξάψαι, πολλῶν ἐκ Συρίας τυράννων ἐς αὐτοὺς συμφυγόντων. ἡ γὰρ Συρία μέχρι μὲν ἐπʼ Ἀντίοχον τὸν Εὐσεβῆ καὶ τὸν τοῦ Εὐσεβοῦς υἱὸν Ἀντίοχον ὑπὸ τοῖς ἐκ Σελεύκου τοῦ Νικάτορος ἐβασιλεύετο, ὥς μοι περὶ Σύρων λέγοντι εἴρηται· Πομπηίου δʼ αὐτὴν Ῥωμαίοις προσλαβόντος καὶ στρατηγὸν αὐτῇ Σκαῦρον ἀποδείξαντος, ἡ βουλὴ μετὰ Σκαῦρον ἔπεμψεν ἑτέρους καὶ Γαβίνιον τὸν Ἀλεξανδρεῦσι πολεμήσαντα, ἐπὶ δὲ Γαβινίῳ Κράσσον τὸν ἐν Παρθυαίοις ἀποθανόντα καὶ Βύβλον ἐπὶ τῷ Κράσσῳ. παρὰ δὲ τὴν Γαΐου Καίσαρος ἄρα τελευτὴν καὶ στάσιν ἐπʼ αὐτῇ κατὰ πόλεις ὑπὸ τυράννων εἴχετο, συλλαμβανόντων τοῖς τυράννοις τῶν Παρθυαίων· ἐσέβαλον γὰρ δὴ καὶ ἐς τὴν Συρίαν οἱ Παρθυαῖοι μετὰ τὴν Κράσσου συμφορὰν καὶ συνέπραξαν τοῖς τυράννοις. οὓς ὁ Ἀντώνιος ἐξελαύνων ὑποφεύγοντας ἐς τὴν Παρθυηνὴν καὶ τοῖς πλήθεσιν ἐπιβάλλων ἐσφορὰς βαρυτάτας καὶ ἐς Παλμυρηνοὺς τάδε ἁμαρτών, οὐδʼ ἐπέμεινε συστῆσαι τὴν χώραν θορυβουμένην, ἀλλὰ τὸν στρατὸν ἐς τὰ ἔθνη διελὼν χειμάσοντα αὐτὸς ἐς Αἴγυπτον ᾔει πρὸς Κλεοπάτραν.
1.11 ἡ δὲ αὐτὸν ἐπεδέχετο λαμπρῶς. καὶ ὁ μὲν ἐχείμαζεν ἐνταῦθα, ἄνευ σημείων ἡγεμονίας, ἰδιώτου σχῆμα καὶ βίον ἔχων, εἴθʼ ὡς ἐν ἀλλοτρίᾳ τε ἀρχῇ καὶ βασιλευούσῃ πόλει, εἴτε τὴν χειμασίαν ὡς πανήγυριν ἄγων, ἐπεὶ καὶ φροντίδας ἀπετέθειτο καὶ ἡγεμόνων θεραπείαν, καὶ στολὴν εἶχε τετράγωνον Ἑλληνικὴν ἀντὶ τῆς πατρίου, καὶ ὑπόδημα ἦν αὐτῷ λευκὸν Ἀττικόν, ὃ καὶ Ἀθηναίων ἔχουσιν ἱερεῖς καὶ Ἀλεξανδρέων, καὶ καλοῦσι φαικάσιον. ἔξοδοί τε ἦσαν αὐτῷ ἐς ἱερὰ ἢ γυμνάσια ἢ φιλολόγων διατριβὰς μόναι καὶ δίαιτα μεθʼ Ἑλλήνων ὑπὸ Κλεοπάτρᾳ, ᾗ δὴ καὶ μάλιστα τὴν ἐπιδημίαν ἀνετίθει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi