Kitap 5
12.109
τοῦτο μὲν δὴ τῆς ναυμαχίας τέλος ἦν τῆς περὶ Μύλας Ἀγρίππα καὶ Παπίᾳ γενομένης· τὸν δὲ Καίσαρα ὁ Πομπήιος, ὥσπερ ἦν, ὑπολαβὼν ἐς τὸ Ταύρου στρατόπεδον οἴχεσθαι καὶ ἐπιχειρήσειν τῷ Ταυρομενίῳ, μετὰ δεῖπνον εὐθὺς ἐς Μεσσήνην περιέπλει, μέρος ἐν ταῖς Μύλαις ὑπολιπών, ἵνα αὐτὸν ὁ Ἀγρίππας ἔτι παρεῖναι νομίζοι. Ἀγρίππας μὲν δὴ διαναπαύσας τὸν στρατόν, ἐς ὅσον ἤπειγεν, ἐς Τυνδαρίδα ἐνδιδομένην ἔπλει· καὶ παρῆλθε μὲν εἴσω, μαχομένων δὲ λαμπρῶς τῶν φρουρῶν ἐξεώσθη. προσεχώρησαν δʼ ἕτεραι πόλεις αὐτῷ καὶ φρουρὰς ἐδέξαντο· καὶ αὐτὸς ἐπανῆλθεν ἐς Ἱεράν. ὁ δὲ Καῖσαρ ἤδη μὲν ἐς Λευκόπετραν ἐκ τοῦ Σκυλακίου διεπεπλεύκει, μαθὼν ἔτι ἀκριβέστερον, ὅτι ὁ Πομπήιος ἐκ Μεσσήνης ἐς Μύλας οἴχοιτο διʼ Ἀγρίππαν· ἐκ δὲ Λευκοπέτρας ἔμελλε νυκτὸς περᾶν ὑπὲρ τὸν πορθμὸν ἐς τὸ Ταυρομένιον. πυθόμενος δὲ περὶ τῆς ναυμαχίας μετέγνω μὴ κλέπτειν ἔτι τὸν διάπλουν νενικηκώς, ἀλλὰ κατὰ φῶς θαρροῦντι τῷ στρατῷ περαιοῦσθαι· καὶ γὰρ ἔτι πάντως ἡγεῖτο Πομπήιον Ἀγρίππᾳ παραμένειν. κατασκεψάμενος οὖν ἡμέρας τὸ πέλαγος ἐκ τῶν ὀρῶν, ἐπεὶ καθαρὸν ἔγνω πολεμίων, ἔπλει στρατὸν ἔχων, ὅσον αἱ νῆες ἐδέχοντο, Μεσσάλαν ἐπὶ τοῦ λοιποῦ καταλιπών, ἕως ἐπʼ αὐτὸν αἱ νῆες ἐπανέλθοιεν. ἐλθὼν δʼ ἐπὶ τὸ Ταυρομένιον προσέπεμψε μὲν ὡς ὑπαξόμενος αὐτό, οὐ δεξαμένων δὲ τῶν φρουρῶν παρέπλει τὸν ποταμὸν τὸν Ὀνοβάλαν καὶ τὸ ἱερὸν τὸ Ἀφροδίσιον καὶ ὡρμίσατο ἐς τὸν Ἀρχηγέτην, Ναξίων τὸν θεόν, ὡς χάρακα θησόμενος ἐνταῦθα καὶ ἀποπειράσων τοῦ Ταυρομενίου. ὁ δὲ Ἀρχηγέτης Ἀπόλλωνος ἀγαλμάτιόν ἐστιν, ὃ πρῶτον ἐστήσαντο Ναξίων οἱ εἰς Σικελίαν ἀπῳκισμένοι.