Kitap 5
12.111
τὰ μὲν οὖν πεζὰ πάντα Κορνιφικίῳ παραδοὺς ὁ Καῖσαρ ἐκέλευσε τοὺς κατὰ τὴν γῆν πολεμίους ἀπομάχεσθαι καὶ πράσσειν, ὅ τι ἐπείγοι· αὐτὸς δὲ ταῖς ναυσὶν ἔτι πρὸ ἡμέρας ἀνήγετο ἐς τὸ πέλαγος, μὴ καὶ τοῦδε αὐτὸν ἀποκλείσαιεν οἱ πολέμιοι. καὶ τὸ μὲν δεξιὸν ἐπέτρεπε Τιτινίῳ, τὸ δὲ λαιὸν Καρισίῳ, λιβυρνίδος δὲ αὐτὸς ἐπέβαινε καὶ περιέπλει πάντας παρακαλῶν· ἐπὶ δὲ τῇ παρακλήσει τὰ στρατηγικὰ σημεῖα, ὡς ἐν κινδύνῳ μάλιστα ὤν, ἀπέθετο. ἐπαναχθέντος δὲ τοῦ Πομπηίου δὶς μὲν ἐπεχείρησαν ἀλλήλοις, καὶ τὸ ἔργον ἐς νύκτα ἐτελεύτησεν. ἁλισκομένων δὲ καὶ πιμπραμένων τῶν Καίσαρος νεῶν, αἱ μὲν ἀράμεναι τὰ βραχέα τῶν ἱστίων ἀπέπλεον ἐς τὴν Ἰταλίαν, τῶν παραγγελμάτων καταφρονοῦσαι· καὶ αὐτὰς ἐπʼ ὀλίγον οἱ τοῦ Πομπηίου διώξαντες ἐπὶ τὰς ὑπολοίπους ἀνέστρεψαν, καὶ τῶνδε τὰς μὲν ᾕρουν ὁμοίως, τὰς δὲ ἐνεπίμπρασαν. ὅσοι δʼ ἐξ αὐτῶν ἐς τὴν γῆν ἐσενήχοντο, τοὺς μὲν οἱ ἱππέες οἱ τοῦ Πομπηίου διέφθειρον ἢ συνελάμβανον, οἱ δʼ ἐς τὸ τοῦ Κορνιφικίου στρατόπεδον ἀνεπήδων, καὶ αὐτοῖς ὁ Κορνιφίκιος ἐπιθέουσιν ἐπεχείρει, τοὺς κούφους ἐκπέμπων μόνους· οὐ γὰρ εὔκαιρον ἐδόκει κινεῖν φάλαγγα δύσθυμον ἀντικαθημένων πεζῶν μεγαλοφρονουμένων, ὡς εἰκὸς ἦν, ἐπὶ νίκῃ.