Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

12.112 Καίσαρα δʼ ἐν τοῖς ὑπηρετικοῖς ἐς πολὺ τῆς νυκτὸς ἀνακωχεύοντα καὶ βουλευόμενον, εἴτε ἐς Κορνιφίκιον ἐπανέλθοι διὰ μέσων τοσῶνδε ναυαγίων εἴτε ἐς Μεσσάλαν διαφύγοι, θεὸς ἐς τὸν Λ̓βάλαν λιμένα παρήνεγκε μεθʼ ἑνὸς ὁπλοφόρου, χωρὶς φίλων τε καὶ ὑπασπιστῶν καὶ θεραπόντων. καί τινες ἐκ τῶν ὀρῶν ἐς πύστιν τῶν γεγονότων καταθέοντες εὗρον αὐτὸν τό τε σῶμα καὶ τὴν ψυχὴν ἐσταλμένον, καὶ ἐς ἀκάτιον ἐξ ἀκατίου μεταφέροντες, ἵνα διαλάθοι, μετεκόμισαν ἐς Μεσσάλαν οὐ μακρὰν ὄντα. ὁ δʼ εὐθύς, ἔτι ἀθεράπευτος, ἔς τε Κορνιφίκιον ἔστελλε λιβυρνίδα καὶ πανταχοῦ διὰ τῶν ὀρῶν περιέπεμπεν, ὅτι σῴζοιτο, Κορνιφικίῳ τε πάντας ἐπικουρεῖν ἐκέλευε καὶ αὐτὸς ἔγραφεν αὐτίκα πέμψειν βοήθειαν. θεραπεύσας δὲ τὸ σῶμα καὶ ἀναπαυσάμενος ὀλίγον ἐς Στυλίδα νυκτὸς ἐξῄει, παραπεμπόμενος ὑπὸ τοῦ Μεσσάλα, πρὸς Καρρίναν τρία ἔχοντα ἐπὶ τοῦ πρόπλου τέλη· καὶ τῷδε μὲν ἐκέλευσε διαπλεῖν ἐς τὸ πέραν, ἔνθα καὶ αὐτὸς ἔμελλε διαπλευσεῖσθαι, Ἀγρίππαν δὲ γράφων ἠξίου κινδυνεύοντι Κορνιφικίῳ πέμπειν Λαρώνιον μετὰ στρατιᾶς ὀξέως. Μαικήναν δʼ αὖθις ἐς Ῥώμην ἔπεμπε διὰ τοὺς νεωτερίζοντας· καί τινες παρακινοῦντες ἐκολάσθησαν. καὶ Μεσσάλαν ἐς Δικαιάρχειαν ἔπεμπεν, ἄγειν τὸ πρῶτον καλούμενον τέλος ἐς Ἱππώνειον.
12.113 Μεσσάλας δὲ οὗτος ἦν, ὃν οἱ τρεῖς ἐπὶ θανάτῳ προγεγράφεσαν ἐν Ῥώμῃ, καὶ χρήματα τῷ κτείναντι καὶ ἐλευθερίαν ἐπικεκηρύχεσαν· ὁ δὲ πρὸς Κάσσιον καὶ Βροῦτον φυγών, ἀποθανόντων ἐκείνων, τὸν στόλον ἐπὶ σπονδαῖς Ἀντωνίῳ παραδεδώκει. καί μοι τοῦτο ἀναμνῆσαι νῦν ἔδοξεν ἐς ζήλωμα τῆς Ῥωμαίων ἀρετῆς, ὅπου Μεσσάλας, μόνον ἔχων ἐν τοσῇδε συμφορᾷ τὸν προγράψαντα, ἐθεράπευεν ὡς αὐτοκράτορα καὶ περιέσῳζε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi