Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

12.117 ψευδοῦς δὲ τῆς Ἀγρίππου δόξης φανείσης, ὁ Πομπήιος ἡσθεὶς τῶν στενῶν ἀφῃρημένος καὶ Τισιηνὸν ἐκάλει μετὰ τοῦ στρατοῦ. Τισιηνῷ δʼ ὁ Καῖσαρ ὑπήντα καὶ διημάρτανε τῆς ὁδοῦ περὶ ὄρος τὸ Μυκόνιον, ἔνθα ἄσκηνος ἐνυκτέρευσεν· ὄμβρου τε πολλοῦ καταρραγέντος, οἷος ἐν φθινοπώρῳ γίγνεται, τῶν ὁπλοφόρων τινὲς τὴν νύκτα πᾶσαν ἀσπίδα Κελτικὴν ὑπερέσχον αὐτοῦ. ἐγένοντο δὲ καὶ βρόμοι τῆς Αἴτνης σκληροὶ καὶ μυκήματα μακρὰ καὶ σέλα περιλάμποντα τὴν στρατιάν, ὥστε τοὺς μὲν Γερμανοὺς ἐξ εὐνίων ἀναπηδᾶν ὑπὸ δέους, τοὺς δέ, ἀκοῇ τῶν περὶ τῆς Αἴτνης λεγομένων, οὐκ ἀπιστεῖν ἐν τοσοῖσδε παραδόξοις ἐμπεσεῖσθαι σφίσι καὶ τὸν ῥύακα. μετὰ δὲ τοῦτο τὴν Παλαιστηνῶν γῆν ἔκειρε, καὶ Λέπιδος αὐτῷ συνήντετο σιτολογῶν, καὶ Μεσσήνῃ παρεστρατοπέδευον ἀμφότεροι.
12.118 γιγνομένων δʼ ἀνʼ ὅλην τὴν Σικελίαν ἁψιμαχιῶν πολλῶν, ἔργου δὲ μείζονος οὐδενός, Ταῦρον ὁ Καῖσαρ ἔπεμψε τὰς ἀγορὰς τοῦ Πομπηίου περικόπτειν καὶ τὰς πόλεις τὰς χορηγούσας προκαταλαμβάνειν. καὶ τῷδε μάλιστα κάμνων ὁ Πομπήιος ἔκρινε μάχῃ μείζονι κριθῆναι περὶ ἁπάντων. τὰ μὲν δὴ πεζὰ τοῦ Καίσαρος ἐδεδίει, ταῖς δὲ ναυσὶν ἐπαιρόμενος ἤρετο πέμπων, εἰ δέχοιτο ναυμαχίᾳ κριθῆναι. ὁ δὲ ὠρρώδει μὲν τὰ ἐνάλια πάντα, οὐ σὺν τύχῃ μέχρι δεῦρο κεχρημένος αὐτοῖς, αἰσχρὸν δὲ νομίσας ἀντειπεῖν ἐδέχετο. καὶ ὡρίζετο αὐτοῖς ἡμέρα, ἐς ἣν τριακόσιαι νῆες ἑκατέρων ἰδίᾳ παρεσκευάζοντο, βέλη τε παντοῖα φέρουσαι καὶ πύργους καὶ μηχανάς, ὅσας ἐπενόουν. ἐπενόει δὲ καὶ τὸν καλούμενον ἅρπαγα ὁ Ἀγρίππας, ξύλον πεντάπηχυ σιδήρῳ περιβεβλημένον, κρίκους ἔχον περὶ κεραίας ἑκατέρας· τῶν δὲ κρίκων εἴχετο τοῦ μὲν ὁ ἅρπαξ, σιδήριον καμπύλον, τοῦ δὲ καλῴδια πολλά, μηχαναῖς ἐπισπώμενα τὸν ἅρπαγα, ὅτε τῆς πολεμίας νεὼς ἐκ καταπέλτου λάβοιτο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi