Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

12.121 μόλις δέ ποτε ταῖς χροιαῖς τῶν πύργων, αἷς δὴ μόναις διέφερον ἀλλήλων, ὁ Ἀγρίππας συνεὶς πλέονας ἀπολωλέναι τοῦ Πομπηίου ναῦς ἐθάρρυνε τοὺς συνόντας ὡς ἤδη κατορθοῦντας· καὶ τοῖς πολεμίοις αὖθις ἐμπεσὼν ἐπέκειτο ἀπαύστως, μέχρι βιασθέντες, ὅσοι μάλιστα κατʼ αὐτὸν ἦσαν, τούς τε πύργους κατέρριψαν καὶ τὰς ναῦς ἐπιστρέψαντες ἐς τὸν πορθμὸν ἔφευγον. καὶ ἔφθασαν ἐσδραμεῖν ἑπτακαίδεκα νῆες. αἱ δὲ λοιπαί, διακλείσαντος αὐτὰς τοῦ Ἀγρίππου, αἱ μὲν ἐξώκελλον ἐς τὴν γῆν διωκόμεναι, καὶ συνεξώκελλον αὐταῖς ὑπὸ ὁρμῆς οἱ διώκοντες ἢ ὁρμιζομένας ἀπέσπων ἢ ἐνεπίμπρασαν· ὅσαι δὲ ἔτι κατὰ τὸ πέλαγος ἐμάχοντο, τὰ περὶ αὐτὰς γιγνόμενα κατιδοῦσαι παρεδίδοσαν ἑαυτὰς τοῖς πολεμίοις. καὶ ὁ τοῦ Καίσαρος στρατὸς ἐπινίκιον ἠλάλαξεν ἐν τῇ θαλάσσῃ, καὶ ὁ πεζὸς ἀντεβόησεν ἐπὶ τῆς γῆς. οἱ Πομπηίου δʼ ἀνῴμωξαν, καὶ αὐτὸς ἐκ τῶν Ναυλόχων ἀναθορὼν ἐς τὴν Μεσσήνην ἠπείγετο, οὐδὲν ὑπὸ ἐκπλήξεως περὶ τῶν πεζῶν οὐδʼ ἐπισκήψας· ὅθεν καὶ τούσδε ὁ Καῖσαρ Τισιηνοῦ παραδιδόντος ὑποσπόνδους ἐδέχετο καὶ τοὺς ἱππέας ἐπʼ αὐτοῖς, τῶν ἱππάρχων παραδιδόντων. κατέδυσαν δὲ ἐν τῷ πόνῳ νῆες Καίσαρος μὲν τρεῖς, Πομπηίου δὲ ὀκτὼ καὶ εἴκοσι, καὶ αἱ λοιπαὶ κατεφλέχθησαν ἢ ἐλήφθησαν ἢ ἐς τὴν γῆν ὀκέλλουσαι συνετρίβησαν· αἱ δὲ ἑπτακαίδεκα μόναι διέφυγον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi