Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

13.127 ὁ μὲν δὴ καὶ αὐτοκράτωρ πολλάκις καὶ τῶν τριῶν ἀνδρῶν γενόμενος ἄρχοντάς τε ἀποφήνας καὶ προγράψας ἐπὶ θανάτῳ τοσούσδε ὁμοτίμους, ἰδιωτεύων καὶ ἐνίοις τῶν προγραφέντων ἄρχουσιν ὕστερον παριστάμενος διεβίωσε. Πομπήιον δὲ ὁ μὲν Καῖσαρ οὐκ ἐδίωκεν οὐδʼ ἑτέροις ἐπέτρεπε διώκειν, εἴτε ὡς ἐς ἀλλοτρίαν ἀρχὴν τὴν Ἀντωνίου φυλασσόμενος ἐμβαλεῖν, εἴτε καραδοκῶν τὸ μέλλον καὶ τὰ ἐς αὐτὸν ἐσόμενα ἐξ Ἀντωνίου καὶ πρόφασιν ἕξων διαφορᾶς, εἰ μὴ δίκαια γίγνοιτο ʽοὐ γὰρ ἀνύποπτοί γε ἦσαν ἐκ πολλοῦ διὰ φιλαρχίαν, ὅτε τοὺς ἄλλους ἐξέλοιεν, ἀλλήλοις διερίσειν̓, εἴθʼ, ὡς αὐτὸς ἔλεγεν ὕστερον ὁ Καῖσαρ, ὅτι μὴ γένοιτο τοῦ πατρὸς ἀνδροφόνος ὁ Πομπήιος. τὴν δὲ στρατιὰν συνῆγε, καὶ ἐγένετο αὐτῷ τέλη μὲν ὁπλιτῶν πέντε καὶ τεσσαράκοντα καὶ ἱππέες δισμύριοι καὶ πεντακισχίλιοι, κοῦφοι δὲ τῶν ἱππέων ὑπὲρ ἡμιολίους μακραί τε νῆες ἑξακόσιαι· τὸ δὲ τῶν φορτίδων πλῆθος, καίπερ ὂν ἄπειρον, τοῖς δεσπόταις διέπεμπε. καὶ τὸν στρατὸν ἐπινικίοις ἐδωρεῖτο, τὰ μὲν ἤδη διδούς, τά δὲ ὑπισχνούμενος, στεφάνους τε καὶ τιμὰς ἅπασιν ἔνεμεν καὶ συγγνώμην τοῖς ἡγεμόσιν ἐδίδου τοῦ Πομπηίου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi