Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

14.133 Πομπήιος δʼ ἐκ μὲν Σικελίας ἄκρᾳ Λακινίᾳ προσέσχε καὶ τὸ ἱερὸν τῆς Ἥρας πλουτοῦν ἀναθήμασιν ἐσύλησε, φεύγων ἐς Ἀντώνιον· ἐς δὲ Μιτυλήνην καταχθεὶς διέτριβεν, ἔνθα αὐτὸν ἔτι παῖδα μετὰ τῆς μητρὸς ὑπεξέθετο ὁ πατήρ, Γαΐῳ Καίσαρι πολεμῶν, καὶ ἡττηθεὶς ἀνέλαβεν. Ἀντωνίου δὲ πολεμοῦντος ἐν Μηδίᾳ Μήδοις τε καὶ Παρθυαίοις, γνώμην ὁ Πομπήιος ἐποιεῖτο ἑαυτὸν ἐπανελθόντι ἐπιτρέψαι. ἐπεὶ δʼ ἐπύθετο ἡσσῆσθαι Ἀντώνιον καὶ τὸ συμβὰν ἡ φήμη μειζόνως μετέφερεν, αὖθις ἦν ἐν ἐλπίσιν ὡς ἢ διαδεξόμενος Ἀντώνιον, εἰ τέθνηκεν, ἢ μεριούμενος ἐπανελθόντι· ἐνθύμιός τέ οἱ συνεχὲς ἦν Λαβιηνὸς οὐ πρὸ πολλοῦ τὴν Ἀσίαν ἐπιδραμών. ὧδε δὲ ἔχοντι ἀγγέλλεται Ἀντώνιος εἰς Ἀλεξάνδρειαν ἐπανελθών. καὶ τεχνάζων ἔτι ἐπʼ ἀμφότερα διεπρεσβεύετο πρὸς αὐτόν, ἐπιτρέπων ἐκείνῳ καὶ φίλον εἶναι διδοὺς καὶ σύμμαχον, ἔργῳ δὲ τὰ Ἀντωνίου κατασκεπτόμενος. ἔς τε Θρᾴκην καὶ ἐς τὸν Πόντον ἔπεμπεν ἑτέρους κρύφα πρὸς τοὺς ἑκατέρων δυνάστας ἐπινοῶν, εἰ μὴ κρατεῖ τῶν ἐνθυμουμένων, διὰ τοῦ Πόντου φυγεῖν ἐς Ἀρμενίαν. ἔπεμπε δὲ καὶ ἐς Παρθυαίους, ἐλπίσας ἐς τὰ λοιπὰ τοῦ πολέμου τοῦ πρὸς Ἀντώνιον αὐτοὺς δέξεσθαι προθύμως στρατηγὸν Ῥωμαῖόν τε καὶ παῖδα Μάγνου μάλιστα. τάς τε ναῦς ἐπεσκεύαζε καὶ τὸν ἐν αὐταῖς στρατὸν ἐγύμναζεν, ὑποκρινόμενος ἢ δεδιέναι Καίσαρα ἢ Ἀντωνίῳ τάδε παρασκευάζειν.
14.134 ὁ δὲ Ἀντώνιος πυθόμενος μὲν εὐθὺς ἀμφὶ τοῦ Πομπηίου, στρατηγὸν ἐπʼ αὐτῷ Τίτιον ᾕρητο καὶ ναῦς καὶ στρατὸν ἐκ Συρίας λαβόντα ἐκέλευε πολεμοῦντι μὲν τῷ Πομπηίῳ πολεμεῖν κατὰ κράτος, ἐπιτρέποντα δὲ αὑτὸν Ἀντωνίῳ μετὰ τιμῆς ἄγειν. ἐλθοῦσι δὲ τοῖς πρέσβεσιν ἐχρημάτιζεν, ἀγγέλλουσιν οὕτως·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi